Textus Originalis
180 DIODOR. XIV.
Κτίσις Ἀδρανοῦ κατὰ τὴν Σικελίαν, καὶ Σωκράτους τοῦ φιλοσόφου θάνατος. Κατασκευὴ τοῦ περὶ τὴν Χερρόνησον τείχους. Παρασκευὴ Διονυσίου πρὸς τὸν Καρχηδονιακὸν πόλεμον καὶ ὁπλοποιία, καϑ᾽ ἣν εὗρε τὸ καταπελτικὸν βέλος. Ὡς Καρχηδονίοις καὶ Διονυσίῳ πόλεμος ἐνέστη. Ὡς Διονύσιος Μοτύην πόλιν ἐπίσημον Καρχηδονίων ἐξεπολιόρκησεν. Ὡς Αἰγεσταῖοι τὴν Διονυσίου παρεμβολὴν ἐνέπρησαν. Ὡς Καρχηδονιοι τριάκοντα μυριάσι διαβάντες εἰς τὴν Σικελίαν ἐπολέμουν πρὸς Διονύσιον. Διονυσίου ἀποχώρησις εἰς τὰς Συρακούσας. Καρχηδονίων στρατεία ἐπὶ τὸν πορϑμόν, καὶ ἅλωσις τῆς Μεσσήνης. Ναυμαχία Καρχηδονίων πρὸς Διονύσιον μεγάλη καὶ νίκη Καρχηδονίων. Σύλησις τῶν ναῶν τῆς τε Δήμητρος καὶ Κόρης ὑπὸ Καρχηδονίων. Κόλασις ἐκ ϑεῶν τῶν ἱεροσύλων, καὶ φϑορὰ τῆς Καρχηδονίων δυνάμεως ὑπὸ νόσου λοιμικῆς. Ναυμαχία Συρακοσίων πρὸς Καρχηδονίους καὶ νίκη Συρακοσίων. Δημηγορία Θεοδώρου περὶ τῆς ἐλευθερίας. Ὡς Διονύσιος τοὺς ταραχωδεστάτους χιλίους μισθοφόρους καταστρατηγήσας ἐποίησε κατακοπῆναι. Ὡς Διονύσιος τὰ φρούρια καὶ τὴν παρεμβολὴν τῶν Καρχηδονίων ἐπολιόρκησεν. Ὡς Διονύσιος ἐκπολιορκήσας Καρχηδονίους πολλὰς τῶν πολεμίων ναῦς ἐνέπρησεν. Καρχηδονίων ἧττα κατὰ γῆν ἅμα καὶ κατὰ ϑάλατταν. Δρασμὸς τῶν Καρχηδονίων νυκτὸς Διονυσίου συνεργήσαντος λάϑρᾳ τῶν Συρακοσίων ἐπὶ τετρακοσίοις ταλάντοις.
Note a pie di pagina
1 6 ἀνέστη P; συνέστη fort. 13 στρατιὰ P πορϑμόν Wess. ex c. 56, 1, πόλεμον O 17 ναῶν P, νεῶν c 31 δρασμὸς ex c. 75, 5] δόλος O, στόλος Wess. 32 τετρακοσίοις] τριακόσια c. 76, 1. 4