Textus Originalis

ARGUMENTUM. 181

ARGUMENTUM. 181

Τὰ συμβάντα Καρχηδονίοις δυσχερῇ διὰ τὴν εἰς τὸ ϑεῖον ἀσέβειαν. Συνοικισμὸς τῶν κατὰ Σικελίαν ἀναστάτων γεγενημένων πόλεων. Ὡς Διονύσιος τῶν Σικελικῶν πόλεων ἃς μὲν ἐξεπολιόρκησεν, ἃς δ᾽ εἰς συμμαχίαν προσηγάγετο. Ὡς πρὸς τοὺς δυνάστας Ἄγυριν τε τὸν Ἀγυρηναῖον καὶ Νικόδημον τὸν Κεντοριπῖνον φιλίαν συνέϑετο. Ὡς Ἀγησίλαος ὁ Σπαρτιατῶν βασιλεὺς μετὰ δυνάμεως εἰς τὴν Ἀσίαν διέβη καὶ τὴν ὑπὸ Πέρσας τεταγμένην χώραν ἐπόρϑησεν. Ὡς Ἀγησίλαος ἐνίκησε μάχῃ τοὺς Πέρσας ἡγουμένου Φαρναβάζου. Περὶ τοῦ Βοιωτικοῦ πολέμου καὶ τῶν πραχϑέντων ἐν αὐτῷ. Ὡς Κόνων ὑπὸ Περσῶν κατασταϑεὶς στρατηγὸς τὰ τείχη τῶν Ἀϑηναίων ἀνῳκοδόμησεν. Ὡς περὶ Κόρινϑον Λακεδαιμόνιοι Βοιωτοὺς ἐνίκησαν καὶ ὁ πόλεμος οὗτος ἐκλήθη Κορινϑιακός. Ὡς Διονύσιος μετὰ πολλῶν κινδύνων παρεισπεσὼν εἰς τὸ Ταυρομένιον ἐξέπεσεν. Ὡς Καρχηδόνιοι περὶ πόλιν Ἀβάκαιναν ἡττήϑησαν ὑπὸ Διονυσίου. Στρατεία Καρχηδονίων εἰς Σικελίαν καὶ κατάλυσις τοῦ πολέμου. Ὡς Θίβρος ὁ Λακεδαιμόνιος ὢν στρατηγὸς ὑπὸ Περσῶν ἡττηϑεὶς ἀνῃρέθη. Ὡς Διονύσιος Ῥήγιον ἐπολιόρκησεν. Ὡς οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες εἰς μίαν πολιτείαν συστάντες ἀντετάξαντο πρὸς Διονύσιον.

Note a pie di pagina

1 7 Ἀγυριναῖον Wess. 8 Νικόδημον] Δάμωνα Wess. ex c. 78, 7 9 ὡς Ἀγησίλαος — 11 ἐπόρϑησεν om. P 9 ὁ] ὁ τῶν P 12 ὡς] ὡς ὁ P Φαρναβάζου] Τισσαφέρνους Dind. ex c. 80 22 Ἀβάκαιναν Wess. ex c. 90, 3 26 Θοίμβρος L, Θίβρων Wess. ὢν om. L; ὁ Λακεδαιμονίων στρ.