Textus Originalis

ΒΙΒΛΟΣ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑΤΗ.

ΒΙΒΛΟΣ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑΤΗ.

Πάντας μὲν ἴσως εἰκός ἐστι προσάντως ἀκούειν τὰς καϑ᾿ ἑαυτῶν βλασφημίας· καὶ γὰρ οἱ κατὰ πᾶν ἔκδηλον ἔχοντες τὴν ἑαυτῶν κακίαν, ὥστε μηδ᾽ ἐξαρνεῖσϑαι, ὅμως ψόγου τυγχάνοντες διαγανακτοῦσι καὶ λόγους εἰσφέρειν πειρῶνται πρὸς τὴν κατηγορίαν. διόπερ εὐλαβητέον ἐκ παντὸς τρόπου τὸ πράττειν τι φαῦλον πᾶσι, μάλιστα μέντοι τοῖς ἡγεμονίας ὀρεγομένοις ἤ τινος ἐπισήμου τύχης μεταλαβοῦσιν· ὁ γὰρ τούτων βίος περίοπτος ὢν διὰ τὴν ἐπιφάνειαν ἐν πᾶσιν ἃ σύνεστι κρύπτειν τὴν ἰδίαν ἄγνοιαν· ὥστε μηδεὶς ἐλπιζέτω τῶν τυχόντων ὑπεροχῆς τινος, ἂν ἐξαμαρτάνῃ μεγάλα, λήσεσθαι διὰ τέλους ἀνεπιτίμητος. καὶ γὰρ ἂν ἐν τῷ καϑ᾽ ἑαυτὸν βίῳ διαφύγῃ τὸν ἀπὸ τῆς ἐπιτιμήσεως λόγον, ὕστερον ἥξειν ἐπ’ αὐτὸν προσδεχέσϑω τὴν ἀλήϑειαν μετὰ παρρησίας κηρύττουσαν τὰ πάλαι σιωπώμενα. χαλεπὸν οὖν τοῖς φαύλοις τοῦ παντὸς βίου καϑάπερ ἀϑάνατον εἰκόνα μετὰ τὴν ἰδίαν τελευτὴν ἀπολείπειν τοῖς μεταγενεστέροις· καὶ γὰρ εἰ μηδέν ἐστι πρὸς ἡμᾶς τὰ μετὰ τὸν ϑάνατον, καθάπερ ἔνιοι τῶν

Note a pie di pagina

1 7 μέντοι Eich. et Schäfer, μὲν o, δὲ Reiske 10 ἐν om. f 18 ἀπολιπεῖν v 19 ἐστι] ἔσται P