Textus Originalis
184 DIODOR. XIV 1—3.
φιλοσόφων ϑρυλλοῦσιν, ὅμως ὅ γε προγεγενημένος βίος γίνεται πολὺ χείρων τὸν ἅπαντα βίον ἐπὶ κακῷ μνημονευόμενος. ἐμφανῆ δὲ τούτων παραδείγματα λαμβάνειν ἔξεστι τοῖς ἀναγνοῦσι τὰ κατὰ μέρος τῆσδε τῆς βίβλου. Παρὰ μὲν γὰρ Ἀϑηναίοις τριάκοντα τύραννοι γενόμενοι διὰ τὴν ἰδίαν πλεονεξίαν τήν τε πατρίδα μεγάλοις ἀτυχήμασι περιέβαλον καὶ αὐτοὶ ταχὺ τὴν δύναμιν ἀποβαλόντες ἀϑάνατον ἑαυτῶν ὄνειδος καταλελοίπασι, Λακεδαιμόνιοι δὲ περιποιησάμενοι τὴν τῆς Ἑλλάδος ἀρχὴν ἀναμφισβήτητον, τότε ταύτης ἐστερήϑησαν, ὅτε πράξεις ἀδίκους κατὰ τῶν συμμάχων ἐπιτελεῖν ἐπεχείρησαν· αἱ γὰρ τῶν ἡγεμόνων ὑπεροχαὶ τηροῦνται μὲν εὐνοίᾳ καὶ δικαιοσύνῃ, καταλύονται δὲ ἀδικήμασι καὶ μίσει τῶν ὑποτεταγμένων. παραπλησίως δὲ καὶ Διονύσιος ὁ Συρακοσίων τύραννος, καίπερ εὐτυχέστατος τῶν δυναστῶν γεγονώς, ζῶν μὲν οὐ διέλιπεν ἐπιβουλευόμενος, καὶ διὰ τὸν φόβον ἠναγκάζετο φέρειν ὑπὸ τὸν χιτῶνα σιδηροῦν ϑώρακα, τελευτήσας δὲ μέγιστον εἰς βλασφημίας παράδειγμα καταλέλοιπε τὸν ἑαυτοῦ βίον εἰς ἅπαντα τὸν αἰῶνα. ἀλλὰ περὶ μὲν τούτων ἐν οἷς οἰκείοις χρόνοις ἕκαστον ἀναγράψομεν σαφέστερον, νῦν δ᾽ ἐπὶ τὰ συνεχῆ τοῖς προϊστορημένοις τρεψόμεϑα, τοὺς χρόνους μόνον διορίζοντες. ἐν μὲν γὰρ ταῖς πρὸ ταύτης βίβλοις ἀνεγράψαμεν τὰς ἀπὸ
Note a pie di pagina
1 1 ϑρυλλοῦσιν O-PA 3 βίον o, αἰῶνα Dobraeus, χρόνον Dind. 3 μαντευόμενος P 9 ἑαυτῶν PAL, ἑαυτοῖς c 16 ὁ PAL, ὁ τῶν c 18 γέγονεν P 19 ὑπὸ Wess., ἐπὶ o 23 ἑκάστων Dind. 26 γὰρ] ἑπτὰ add. Dind.