Textus Originalis

186 DIODOR. XIV 3. 4.

186 DIODOR. XIV 3. 4.

ἐπιθυμηταὶ τὴν τῶν πατέρων πολιτείαν προεφέροντο, καὶ ταύτην ἀπέφηναν ὁμολογουμένως οὖσαν δημοκρατίαν. ἀντιλογίας δὲ γενομένης περὶ τούτων ἐπί τινας ἡμέρας, οἱ τὰς ὀλιγαρχίας αἱρούμενοι πρὸς Λύσανδρον διεπρεσβεύσαντο τὸν Σπαρτιάτην — οὗτος γὰρ καταλυϑέντος τοῦ πολέμου τὰ κατὰ τὰς πόλεις ἀπέσταλτο διοικῆσαι, καὶ ὀλιγαρχίαι ἐν ταῖς πλείσταις καϑίσταντο — ἐλπίζοντες [οὐχ], ὅπερ ἦν εἰκός, συνεπιλήψεσϑαι τῆς ἐπιβολῆς αὐτοῖς. διέπλευσαν οὖν εἰς Σάμον· ἐκεῖ γὰρ ἐτύγχανε διατρίβων ὁ Λύσανδρος, προσφάτως κατειληφὼς τὴν πόλιν. παρακαλούντων δὲ αὐτὸν πρὸς τὸ συνεργῆσαι συνεπένευσε, καὶ τῆς μὲν Σάμου Θώρακα τὸν Σπαρτιάτην ἁρμοστὴν κατέστησεν, αὐτὸς δὲ μετὰ νεῶν ἑκατὸν κατέπλευσεν εἰς τὸν Πειραιέα. συναγαγὼν δ᾽ ἐκκλησίαν συνεβούλευσε τοῖς Ἀϑηναίοις ἐλέσϑαι τριάκοντα ἄνδρας τοὺς ἀφηγησομένους τῆς πολιτείας καὶ πάντα διοικήσοντας τὰ κατὰ τὴν πόλιν. ἀντειπόντος δὲ τοῦ Θηραμένους καὶ τὰς συνθήκας ἀναγινώσκοντος, ὅτι τῇ πατρίῳ συνεφώνησε χρήσεσϑαι πολιτείᾳ, καὶ δεινὸν εἶναι λέγοντος, εἰ παρὰ τοὺς ὅρκους ἀφαιρεϑήσονται τὴν ἐλευϑερίαν, ὁ Λύσανδρος ἔφη λελύσθαι τὰς συνθήκας ὑπὸ Ἀϑηναίων· ὕστερον γὰρ τῶν συγκειμένων ἡμερῶν καϑῃρηκέναι τὰ τείχη. ἀνετείνατο δὲ καὶ τῷ Θηραμένει τὰς μεγίστας ἀπειλάς, ἀποκτενεῖν φήσας, εἰ μὴ παύσεται

Note a pie di pagina

1 1 προσεφέροντο P 4 τὰς] τὰ τῆς fort. 6 τὰ add. Dind. 7 ὀλιγαρχίας ... καϑίστα Steph. 8 οὐχ del. Rhod., αὐτὸν Reiske, οὖν Wurm 10 οὖν] μὲν Wurm 11 προσφάτως κατειληφὼς] καὶ προσφάτως συνειληφώς o