Textus Originalis

Ol. 94, 1 : 404 a. Chr. 185

Ol. 94, 1 : 404 a. Chr. 185

Τροίας ἁλώσεως πράξεις ἕως ἐπὶ τὴν κατάλυσιν τοῦ τε Πελοποννησιακοῦ πολέμου καὶ τῆς Ἀϑηναίων ἡγεμονίας, διελθόντες ἔτη ἑπτακόσια ἑβδομήκοντα ἐννέα· ἐν ταύτῃ δὲ τὰς συνεχεῖς πράξεις προσαναπληροῦντες ἀρξόμεϑα ἐκ τῶν κατασταϑέντων Ἀϑήνησι τριάκοντα τυράννων, καταλήξομεν δὲ ἐπὶ τὴν Ῥώμης ἅλωσιν ὑπὸ Γαλατῶν, περιλαβόντες ἔτη δέκα ὀκτώ. Ἀναρχίας γὰρ οὔσης Ἀϑήνησι διὰ τὴν κατάλυσιν τῆς ἡγεμονίας, ἔτος μὲν ἦν ὀγδοηκοστὸν πρὸς τοῖς ἑπτακοσίοις μετὰ τὴν Τροίας ἅλωσιν, ἐν δὲ τῇ Ῥώμῃ χιλίαρχοι διεδέξαντο τὴν ὕπατον ἀρχὴν τέτταρες, Γάιος Φολούιος καὶ Γάιος Σερουίλιος καὶ Γάιος Οὐαλέριος καὶ Νουμέριος Φάβιος, ἤχϑη δὲ ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν τετάρτη πρὸς ταῖς ἐνενήκοντα, καϑ' ἣν ἐνίκα Κορκίνας Λαρισαῖος. κατὰ δὲ τούτους τοὺς χρόνους Ἀϑηναῖοι μὲν καταπεπονημένοι ἐποιήσαντο συνθήκας πρὸς Λακεδαιμονίους, καϑ' ἃς ἔδει τὰ τείχη τῆς πόλεως καϑελεῖν καὶ τῇ πατρίῳ πολιτείᾳ χρῆσϑαι. καὶ τὰ μὲν τείχη περιεῖλον, περὶ δὲ τῆς πολιτείας πρὸς ἀλλήλους διεφέροντο. οἱ γὰρ τῆς ὀλιγαρχίας ὀρεγόμενοι τὴν παλαιὰν κατάστασιν ἔφασαν δεῖν ἀνανεοῦσϑαι, καϑ' ἣν παντελῶς ὀλίγοι τῶν ὅλων προειστήκεισαν· οἱ δὲ πλεῖστοι δημοκρατίας ὄντες

Note a pie di pagina

1 1 ἕως Sintenis, ὡς P 4 ἐννέα P, καὶ ἐννέα v 6 ἐκ PAFL, ἐπὶ J, ἀπὸ c (cf. XIII 1, 3) 11 τὴν τῆς P, τὴν τῆς A 13 φολούιος P, φλούιος c; L. Furius Liv. IV 57 16 ἐνίκα] στάδιον add. L (cf. c. 11, 5) Κορκίνας Xen. Hell. II 3, 1 20 καὶ τὰ] τὰ P; τὰ μὲν οὖν fort. 23 δεῖν ἀνανεοῦσϑαι Madvig, διανείμασθαι o, ἀνακτήσασθαι Reiske