Textus Originalis
Ol. 94, 1 : 404 a. Chr. 189
καὶ τὴν ἀνδρείαν ἔφησεν αὐτῶν ἐπαινεῖν, ἑαυτῷ δὲ μεγίστην συμφορὰν ἔσεσϑαι, εἰ τοῖς οὕτως οἰκείως διακειμένοις αἴτιος ἔσται ϑανάτου. οἱ δὲ περὶ τὸν Σωκράτην, τῶν μὲν ἄλλων οὐδένα βοηϑὸν ἔχοντες, τὴν δὲ τῶν ὑπερεχόντων ἀνάτασιν ὁρῶντες αὐξανομένην, ἡσυχίαν ἔσχον. καὶ Θηραμένην μὲν ἀπὸ τῶν βωμῶν ἀποσπάσαντες οἷς ἦν προστεταγμένον, διὰ μέσης τῆς ἀγορᾶς εἵλκυσαν ἐπὶ τὸν ϑάνατον· οἱ δὲ πολλοὶ τὰ τῆς φρουρᾶς ὅπλα καταπεπληγμένοι συνήλγουν τῷ δυστυχοῦντι, καὶ τήν τε ἐκείνου συμφορὰν ἅμα καὶ τὴν περὶ σφᾶς δουλείαν ἐδάκρυον· τῶν γὰρ ταπεινῶν ἕκαστοι τὴν Θηραμένους ἀρετὴν ϑεωροῦντες οὕτω προπηλακιζομένην, τὴν περὶ αὑτοὺς ἀσϑένειαν οὐδενὶ λόγῳ παραναλωϑήσεσϑαι διειλήφεισαν. μετὰ δὲ τὸν τούτου ϑάνατον οἱ τριάκοντα τοὺς πλουσίους ἐπιλεγόμενοι, τούτοις ψευδεῖς αἰτίας ἐπέρριπτον, καὶ φονεύοντες τὰς οὐσίας διήρπαζον. ἀνεῖλον δὲ καὶ Νικήρατον τὸν Νικίου τοῦ στρατηγήσαντος ἐπὶ Συρακοσίους υἱόν, ἄνδρα πρὸς ἅπαντας ἐπιεικῆ καὶ φιλάνθρωπον, πλούτῳ δὲ καὶ δόξῃ σχεδὸν πρῶτον πάντων Ἀϑηναίων· διὸ καὶ συνέβη πᾶσαν οἰκίαν συναλγῆσαι τῇ τἀνδρὸς τελευτῇ, τῆς διὰ τὴν ἐπιείκειαν μνήμης προαγούσης εἰς δάκρυα. οὐ μὴν ἔληγόν γε τῆς παρανομίας οἱ τύραννοι, πολὺ δὲ μᾶλλον ἐπίτασιν λαμβανούσης τῆς ἀπονοίας τῶν
Note a pie di pagina
1 2 ἔσεσθαι συμφοράν c 5 ἀνάστασιν o, corr. Wess. 14 αὐτοὺς PAJL 15 διειλήφεισαν Eich., διειλήφασιν PA, δεδιλήφασι c 25 γε Reiske, τε o 26 ἐπίτασιν Reiske, ἐν ἅπασιν o ἀπονοίας] τὴν αὔξησιν add. P, ἐπείδοσιν add. cod. Peiresc.; αὔξησιν vel ἐπίδοσιν suppl. Steph.