Textus Originalis
190 DIODOR. XIV 5—7.
μὲν ξένων τοὺς πλουσιωτάτους ἑξήκοντα κατέσφαξαν, ὅπως τῶν χρημάτων κυριεύσωσι, τῶν δὲ πολιτῶν καϑ᾽ ἡμέραν ἀναιρουμένων οἱ τοῖς βίοις εὐπορούμενοι σχεδὸν ἅπαντες ἔφυγον ἐκ τῆς πόλεως. ἀνεῖλον δὲ καὶ Αὐτόλυχον, ἄνδρα παρρησιαστήν, καὶ καϑόλου τοὺς χαριεστάτους ἐπέλεγον. ἐπὶ τοσοῦτο δὲ κατέφϑειραν τὴν πόλιν, ὥστε φυγεῖν τοὺς Ἀϑηναίους πλείους τῶν ἡμίσεων. Λακεδαιμόνιοι δὲ τὴν στάσιν τῶν Ἀϑηναίων ὁρῶντες, οὐδέποτε ἰσχῦσαι βουλόμενοι τοὺς Ἀϑηναίους, ἔχαιρον καὶ φανερὰν ἑαυτῶν ἐποίουν τὴν διάϑεσιν· ἐψηφίσαντο γὰρ τοὺς Ἀϑηναίων φυγάδας ἐξ ἁπάσης τῆς Ἑλλάδος ἀγωγίμους τοῖς τριάκοντα εἶναι, τὸν δὲ κωλύσαντα πέντε ταλάντοις ἔνοχον εἶναι. δεινοῦ δ᾽ ὄντος τοῦ ψηφίσματος, αἱ μὲν ἄλλαι πόλεις καταπεπληγμέναι τὸ βάρος τῶν Σπαρτιατῶν ὑπήκουον, Ἀργεῖοι δὲ πρῶτοι, μισοῦντες μὲν τὴν Λακεδαιμονίων ὠμότητα, κατελεοῦντες δὲ τὰς τύχας τῶν ἀκληρούντων, ὑπεδέχοντο φιλανθρώπως τοὺς φυγάδας. καὶ Θηβαῖοι δὲ ἐψηφίσαντο ὑπάρχειν πρόστιμον τῷ ϑεασαμένῳ μὲν ἀγόμενον φυγάδα, μὴ βοηϑήσαντι δὲ κατὰ τὸ δυνατόν. τὰ μὲν οὖν περὶ Ἀϑηναίους ἐν τούτοις ἦν.
Note a pie di pagina
1 1 ἑξήκοντα] τριάκοντα Dobraeus ex Xen. Hell. II 3, 21 5 παγκρατιαστήν quidam (ἀϑλητήν Plut. Lys. 15) 6 τοσοῦτο P 7 τοὺς om. v 9 Ἀϑηναίων] πόλιν o; ταπεινήν add. Wurm, οὕτω φερομένην (vel διακειμένην, διαφϑαρμένην) Reiske 10 τοὺς om. c 11 αὑτῶν O-PA 14 κωλύσοντα P τάλαντα P 17 πρῶτον PAf 21 ἐψηφίσαντο] τάλαντον add. Reiske ex Plut. Lys. 27 22 μὲν om. c