Textus Originalis

192 DIODOR. XIV 7. 8.

192 DIODOR. XIV 7. 8.

σπεύδων τοὺς αὐτονόμους ὑφ ἑαυτὸν ποιήσασθαι, μάλιστα δὲ τούτους διὰ τὸ συμμαχῆσαι πρότερον Καρχηδονίοις. οὗτος μὲν οὖν ἐπὶ τὴν τῶν Ἑρβησσίνων πόλιν στρατεύσας τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο. οἱ δὲ συστρατευόμενοι Συρακόσιοι κύριοι τῶν ὅπλων ὄντες συστάσεις ἐποιοῦντο καὶ κατηγόρουν ἀλλήλων, ὅτι τοῖς ἱππεῦσιν οὐ συνεπελάβοντο τῆς καταλύσεως τῆς τοῦ τυράννου. ὁ δὲ καϑεσταμένος ὑπὸ τοῦ Διονυσίου τῶν στρατιωτῶν ἡγεμὼν τὸ μὲν πρῶτον ἠπείλησέ τινι τῶν παρρησιαζομένων, ἀντειπόντος δ᾽ ἐκείνου ϑρασέως ἐπῆλϑεν ὡς πατάξων. ἐφ’ ᾧ παροξυνϑέντες οἱ στρατιῶται τὸν μὲν ἔπαρχον ὄνομα Δώριχον ἀπέκτειναν, τοὺς δὲ πολίτας βοῶντες ἐπὶ τὴν ἐλευϑερίαν μετεπέμποντο τοὺς ἐκ τῆς Αἴτνης ἱππεῖς· οὗτοι γὰρ ἐν ἀρχῇ τῆς τυραννίδος ἐκπεπτωκότες ᾤκουν τοῦτο τὸ φρούριον. Διονύσιος δὲ καταπλαγεὶς τὴν ἀπόστασιν τῶν Συρακοσίων, τὴν μὲν πολιορκίαν ἔλυσεν, εἰς δὲ τὰς Συρακούσας ἠπείγετο, σπεύδων καταλαβέσϑαι τὴν πόλιν. οὗ φυγόντος οἱ τὴν ἀπόστασιν ποιησάμενοι στρατηγοὺς εἵλαντο τοὺς ἀποκτείναντας τὸν ἔπαρχον, καὶ παραλαβόντες τοὺς ἐξ Αἴτνης ἱππεῖς ἐν ταῖς καλουμέναις Ἐπιπολαῖς ἀντεστρατοπέδευσαν τῷ τυράννῳ, καὶ διέκλεισαν αὐτὸν τῆς ἐπὶ τὴν χώραν ἐξόδου. εὐϑὺς δὲ πρός τε Μεσσηνίους καὶ Ῥηγίνους πρέσβεις ἀπέστειλαν, δεόμενοι κατὰ ϑάλατταν συναντιλα-

Note a pie di pagina

1 3 Ἑρβησσίνων Dind., Ἑρβησινῶν o 4 στρατοπεδεύσας Pa 13 Δώριχον Dind. 19 ἔλυσε o-PA εἰς δὲ τὰς (Obs. I) P, τὴν δ᾽ εἰς c (fort. etiam P2) 25 τῆς χώρας Pf