Textus Originalis

Ol. 94, 1 : 404 a. Chr. 193

Ol. 94, 1 : 404 a. Chr. 193

βέσϑαι τῆς ἐλευϑερίας· εἰώϑεισαν γὰρ αἱ πόλεις αὗται κατ᾽ ἐκεῖνον τὸν καιρὸν τριήρεις πληροῦν οὐκ ἐλάττους ὀγδοήκοντα, ἃς τότε τοῖς Συρακοσίοις αἱ πόλεις ἀπέστειλαν, σπεύδουσαι συνεπιλαβέσϑαι τῆς ἐλευϑερίας. ἐπεκήρυξαν δὲ καὶ χρημάτων πλῆϑος τοῖς ἀνελοῦσι τὸν τύραννον, καὶ τοῖς μεταβαλομένοις τῶν ξένων ἐπηγγείλαντο μεταδώσειν τῆς πολιτείας. κατεσκεύασαν δὲ καὶ μηχανήματα, δι᾽ ὧν τὰ τείχη σαλεύοντες ἐξελοῦσι, καὶ προσέβαλλον καϑ' ἡμέραν τῇ Νήσῳ, καὶ τοὺς μεταβαλλομένους τῶν ξένων φιλανθρώπως ἀπεδέχοντο. Διονύσιος δὲ τῆς εἰς τὴν χώραν ἐξόδου διακεκλεισμένος καὶ ὑπὸ τῶν μισϑοφόρων ἐγκαταλειπόμενος, συνήγαγε τοὺς φίλους βουλευόμενος περὶ τῶν ἐνεστώτων· οὕτω γὰρ τελέως ἀπήλπιστο τὰ τῆς δυναστείας, ὥστε οὐ ζητεῖν αὐτόν, πῶς καταπολεμήσῃ τοὺς Συρακοσίους, ἀλλὰ ποῖον ὑπομείνας ϑάνατον μὴ παντελῶς ἄδοξον ποιήσῃ τὴν κατάλυσιν τῆς ἀρχῆς. Ἕλωρις μὲν οὖν, εἷς τῶν φίλων, ὡς δ᾽ ἔνιοί φασιν, ὁ ποιητὸς πατήρ, εἶπεν αὐτῷ, διότι καλὸν ἐντάφιόν ἐστιν ἡ τυραννίς· Πολύξενος δὲ ὁ κηδεστὴς ἀπεφήνατο δεῖν λαβόντα τὸν ὀξύτατον ἵππον εἰς τὴν τῶν Καρχηδονίων ἐπικράτειαν ἀφιππεῦσαι πρὸς τοὺς Καμπανούς· τούτους γὰρ Ἰμίλκων ἀπελελοίπει

Note a pie di pagina

1 1 εἰώϑεισαν Reiske, εἰώϑασιν o 3 ἐλάττους] τῶν add. A 6 μεταβαλομ. P, μεταλαβομ. AL, μεταβαλλομ. c 9 ἐξελοῦσι Hert., ἐξέλωσι o προσέβαλον P 10 μεταβαλομένους P 15 οὕτω] οὗτος P 16 πῶς Bek., ὡς P, ὥστε v; ὅπως Reiske καταπολεμῆσαι o, corr. Bek., καταπολεμήσει Dind. 18 ποιήσει Dind. 19 Ἔρις P — 20 ποιητὸς Wess., ποιητὴς O 23 ἐφ᾽ ἱππεῦσι P — 24 Ἀμίλκας FK