Textus Originalis

204 DIODOR. XIV 14—16.

204 DIODOR. XIV 14—16.

ἐπαγγελλόμενος. κρατήσαντος δ᾽ ἐκείνου τῆς ἐπιβολῆς, καὶ τὸν Διονύσιον οὐκ εἰσαγαγόντος εἰς τὴν πόλιν, διοργισϑεὶς μετεβάλετο καὶ τοὺς Ἐνναίους παρεκάλει καταλύειν τὸν τύραννον. ὧν συνδραμόντων εἰς τὴν ἀγορὰν μετὰ τῶν ὅπλων καὶ τῆς ἐλευϑερίας ἀντιποιουμένων, πλήρης ἦν ἡ πόλις ταραχῆς. Διονύσιος δὲ πυϑόμενος τὴν στάσιν, ἀνέλαβε τοὺς ψιλοὺς καὶ ταχέως διά τινος ἐρήμου τόπου [ἐλϑὼν] παρεισέπεσεν εἰς τὴν πόλιν, καὶ τὸν μὲν Ἀείμνηστον συλλαβὼν παρέδωκε τοῖς Ἐνναίοις πρὸς τὴν τιμωρίαν, αὐτοὺς δ᾽ οὐδὲν ἀδικήσας ἀπῆλϑεν ἐκ τῆς πόλεως. τοῦτο δ᾽ ἔπραξεν οὐχ οὕτως τοῦ δικαίου φροντίζων, ὡς βουλόμενος προτρέψασϑαι τὰς ἄλλας πόλεις αὐτῷ πιστεύειν. Ἐκεῖϑεν δ᾽ ἀναζεύξας τὴν τῶν Ἑρβιταίων πόλιν πορϑεῖν ἐπεχείρησεν· οὐδὲν δὲ πράσσων πρὸς μὲν τούτους εἰρήνην ἐποιήσατο, τὴν δὲ δύναμιν ἤγαγεν ἐπὶ Κατάνην· Ἀρκεσίλαος γὰρ στρατηγὸς ὢν τῶν Καταναίων ἐπηγγέλλετο αὐτῷ προδώσειν τὴν πόλιν. διόπερ ὑπὸ τούτου περὶ μέσας νύκτας παρεισαχϑεὶς κύριος τῆς Κατάνης ἐγένετο. ἀφελόμενος δὲ τῶν πολιτῶν τὰ ὅπλα, φρουρὰν ἐν αὐτῇ κατέστησεν ἱκανήν. μετὰ δὲ ταῦτα Προκλῆς ὁ τῶν Ναξίων ἀφηγούμενος ἐπαγγελιῶν μεγέϑει πεισϑεὶς παρέδωκε τὴν πατρίδα τῷ Διονυσίῳ· ὃς τὰς δωρεὰς ἀποδοὺς τῷ προδιδόντι καὶ τοὺς συγγενεῖς αὐτῷ χαρισά-

Note a pie di pagina

1 1 ἐπαγγελόμενος PJL 4 καταλύειν] καταλαβεῖν f 5 ψιλοὺς Hert., φίλους O 9 ἐλϑὼν om. JK 11 αὐτοὺς P, αὐτοῦ c 15 Ἑρβ. O 22 ἐν] τὴν c 23 ἱκανήν] τὴν ἱκανήν FJ 25 ἀποδιδοὺς O-PA