Textus Originalis
Ol. 94, 2 : 403 a. Chr. 203
Διονύσιος δ᾽ ὁ τῶν Συρακοσίων τύραννος ἐπειδὴ τὴν πρὸς Καρχηδονίους εἰρήνην ἐποιήσατο, τῶν δὲ κατὰ τὴν πόλιν στάσεων ἀπήλλακτο, τὰς ὁμόρους τῶν Χαλκιδέων πόλεις ἔσπευδε προσαγαγέσϑαι· αὗται δ᾽ ἦσαν Νάξος, Κατάνη, Λεοντῖνοι. τούτων δ᾽ ἐπεϑύμει κυριεῦσαι διὰ τὸ συνορίζειν αὐτὰς τῇ Συρακούσῃ καὶ πολλὰς ἀφορμὰς ἔχειν πρὸς τὴν αὔξησιν τῆς δυναστείας. πρῶτον μὲν οὖν τῇ Αἴτνῃ προσστρατοπεδεύσας παρέλαβε τὸ φρούριον, τῶν φυγάδων οὐκ ὄντων ἀξιομάχων πρὸς τηλικαύτην δύναμιν· μετὰ δὲ ταῦτα ἐπὶ Λεοντίνους ἀναζεύξας ἐγγὺς τῆς πόλεως κατεστρατοπέδευσε παρὰ τὸν Τηρίαν ποταμόν, καὶ τὸ μὲν πρῶτον ἐκτάξας τὴν δύναμιν ἐξαπέστειλε κήρυκα πρὸς τοὺς Λεοντίνους, κελεύων παραδοῦναι τὴν πόλιν καὶ νομίζων τῷ φόβῳ καταπλῆξαι τοὺς ἔνδον· οὐ προσεχόντων δὲ τῶν Λεοντίνων, ἀλλὰ πάντα παρεσκευασμένων τὰ πρὸς τὴν πολιορκίαν, Διονύσιος οὐκ ἔχων μηχανήματα τὴν μὲν πολιορκίαν κατὰ τὸ παρὸν ἀπέγνω, τὴν δὲ χώραν ἅπασαν ἐλεηλάτησεν. ἐκεῖϑεν δ᾽ ἀνέζευξεν ἐπὶ τοὺς Σικελούς, προσποιούμενος τὸν πρὸς τούτους πόλεμον ἐπαναιρεῖσϑαι πρὸς τὸ τοὺς Καταναίους καὶ Ναξίους ῥᾳϑυμοτέρους γενέσθαι περὶ τὴν τῆς πόλεως φυλακήν. διατρίβων δὲ περὶ τὴν Ἔνναν Ἀείμνηστον τὸν Ἐνναῖον ἔπεισεν ἐπιϑέσϑαι τυραννίδι, συνεπιλήψεσϑαι τῆς προϑέσεως
Note a pie di pagina
1 7 συρακούσση P, Συρακοσίᾳ Dind. (XIII 75, 2) 8 τῇ Αἴτνῃ P, τὴν Αἴτνην c; ἐπὶ τὴν Αἴτνην Steph. 9 προσστρατοπεδεύσας c. 77, 9] στρατεύσας O 13 Τηρίαν f 16 καταπλήξειν usitatior forma Steph. 25 τυραννίδι] καὶ add. P