Textus Originalis
206 DIODOR. XIV 16. 17.
σταδίους ἀπέχοντα τῆς ϑαλάττης, ἐν ᾧ πόλιν ἔκτισεν Ἄλαισαν· οὐσῶν δὲ καὶ ἄλλων πόλεων κατὰ τὴν Σικελίαν ὁμωνύμων, Ἀρχωνίδιον αὐτὴν προσηγόρευσεν ἀφ᾽ ἑαυτοῦ. ἐν δὲ τοῖς ὕστερον χρόνοις τῆς πόλεως πολλὴν ἐπίδοσιν λαμβανούσης διά τε τὰς ἀπὸ τῆς ϑαλάττης ἐργασίας καὶ διὰ τὴν ὑπὸ Ῥωμαίων δοϑεῖσαν ἀτέλειαν, οἱ Ἀλαισῖνοι τὴν τῶν Ἑρβιταίων συγγένειαν ἀπηρνήσαντο, αἰσχρὸν ἡγούμενοι καταδεεστέρας πόλεως ἑαυτοὺς ἀποίκους νομίζεσθαι. οὐ μὴν ἀλλὰ μέχρι νῦν παρ᾽ ἀμφοτέραις συγγένειαί τε πλείονες διαμένουσι καὶ τὰς κατὰ τὸ Ἀπολλώνιον ϑυσίας τοῖς αὐτοῖς ἔϑεσι διοικοῦσιν. τινὲς δέ φασιν ὑπὸ Καρχηδονίων ἐκτίσϑαι τὴν Ἄλαισαν, καϑ' ὃν καιρὸν Ἰμίλκων τὴν πρὸς τὸν Διονύσιον εἰρήνην ἐποιήσατο. Κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίοις πρὸς Βηίους πόλεμος συνέστη διὰ τοιαύτας αἰτίας. τότε πρώτως ἐπεψηφίσαντο Ῥωμαῖοι τοῖς στρατιώταις καϑ᾽ ἕκαστον ἐνιαυτὸν εἰς ἐφόδια διδόναι χρήματα. ἐξεπολιόρκησαν δὲ καὶ τὴν Οὐόλσκων πόλιν, ἣ τότε μὲν Ἄνξουρ ἐκαλεῖτο, νῦν δ᾽ ὀνομάζεται Ταρρακίνη. Τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυϑότος Ἀϑήνησι μὲν ἦρχε Μικίων, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὑπατι-
Note a pie di pagina
1 2 Ἅλισαν P, ἄλεσαν v 3 Ἀρχονίδιον P 7 Ἀλισινοὶ P, Ἀλεσινοὶ v 8 Ἐρβιτῶν o, corr. Wess. 12 Ἀπολλόνειον v; τὰ Ἀπολλώνια Reiske 14 Ἅλισαν P, Ἄλεσαν v Ἀμίλκας o-PAL 16 Βοιοὺς o, corr. Wess. 17 ἐνέστη PA τοιαύτας] τινας conicio; lacunam significat Steph. πρώτως Dind., πρώτοις O 20 Οὐόλκων AF, τοὐόλκων P1, τούσκλων P2K 21 ὀνομάζεται om. JK Ταρακίνη O 22 ἐνιαυσιαίου v 23 Μίκων marm. Parium