Textus Originalis
Ol. 94, 3 : 402 a. Chr. 207
κὴν ἀρχὴν μετέλαβον χιλίαρχοι τρεῖς, Τίτος Κοΐντιος καὶ Γάιος Ἰούλιος καὶ Αὖλος Μανίλιος. τούτων δὲ τὰς ἀρχὰς λαβόντων οἱ τὸν Ὠρωπὸν οἰκοῦντες πρὸς ἀλλήλους στασιάσαντες ἐφυγάδευσαν τῶν πολιτῶν τινας. οἱ δὲ φυγάδες μέχρι μέν τινος δι᾽ ἑαυτῶν ἐπεβάλοντο κατελϑεῖν, οὐ δυνάμενοι δὲ τὴν προαίρεσιν ἐπὶ τέλος ἀγαγεῖν, ἔπεισαν τοὺς Θηβαίους ἑαυτοῖς συναποστεῖλαι δύναμιν. Θηβαῖοι δὲ στρατεύσαντες ἐπὶ τοὺς Ὠρωπίους καὶ κυριεύσαντες τῆς πόλεως, μετῴκισαν ἀπὸ τῆς ϑαλάττης αὐτοὺς ὡς ἑπτὰ σταδίους, καὶ χρόνους μέν τινας εἴασαν καϑ' αὑτοὺς πολιτεύεσθαι, μετὰ δὲ ταῦτα δόντες πολιτείαν τὴν χώραν Βοιωτίαν ἐποιήσαντο. Τούτων δὲ πραττομένων Λακεδαιμόνιοι καὶ ἄλλα μὲν πλείονα τοῖς Ἠλείοις ἐνεκάλουν, μάλιστα δ᾽ ὅτι Ἆγιν αὐτῶν τὸν βασιλέα διεκώλυσαν τῷ ϑεῷ ϑῦσαι καὶ διότι τοῖς Ὀλυμπίοις Λακεδαιμονίους οὐχ εἴασαν ἀγωνίσασϑαι. διόπερ κρίναντες πρὸς αὐτοὺς ἐκφέρειν πόλεμον, δέκα πρεσβευτὰς ἀπέστειλαν, πρῶτον μὲν κελεύοντες τὰς περιοίκους πόλεις ἐᾶν αὐτονόμους εἶναι, ἔπειτα τὰς δαπάνας τοῦ πρὸς Ἀϑηναίους πολέμου κατὰ τὸ ἐπιβάλλον αὐτοῖς μέρος ἀπήτουν. ταῦτα δ᾽ ἔπραττον προφάσεις αὑτοῖς εὐλόγους καὶ πιϑανὰς ἀρχὰς ζητοῦντες πολέμου.
Note a pie di pagina
1 1 παρέλαβον v τρεῖς P, ἓξ v — Κόιντος f 2 Μαμίλος PK2, Μαμίλιος AHLK1; Manlius fasti (Liv. IV, 61) 5 παραλαβόντων Dind. 6 ἐπεβάλλοντο P 12 καϑ᾽ αὐτοὺς P 16 Ἆγιν Reiske ex Xen. Hell. III 2, 22, Παυσανίαν o αὐτῶν τὸν βασιλέα PA, αὐτὸν τ. β. FJ, τ. β. αὐτῶν c 20 κελεύοντας o, corr. Dind. 22 κατὰ Rhod., καὶ κατὰ o 23 αὐτοὺς P