Textus Originalis
Ol. 94, 4 : 401 a. Chr. 217
λόμενος ἄλλας τε μεγάλας δωρεὰς καὶ ὅτι παραγενομένοις αὐτοῖς εἰς Βαβυλῶνα κατ᾽ ἄνδρα ἕκαστον δώσει πέντε μνᾶς ἀργυρίου. οἱ μὲν οὖν στρατιῶται ταῖς ἐλπίσι μετεωρισϑέντες ἐπείσϑησαν ἀκολουϑεῖν· ὁ δὲ Κῦρος ὡς διέβη τῇ δυνάμει τὸν Εὐφράτην, ἠπείγετο κατὰ τὸ συνεχὲς ὁδοιπορῶν, καὶ παραγενηϑεὶς ἐπὶ τοὺς ὅρους τῆς Βαβυλωνίας ἀνελάμβανε τὴν δύναμιν. Ὁ δὲ βασιλεὺς Ἀρταξέρξης καὶ πάλαι μὲν ἦν παρὰ Φαρναβάζου πεπυσμένος ὅτι στρατόπεδον ἐπ᾽ αὐτὸν ἀϑροίζει λάϑρᾳ Κῦρος, καὶ τότε δὴ πυϑόμενος αὐτοῦ τὴν ἀνάβασιν μετεπέμπετο τὰς πανταχόϑεν δυνάμεις εἰς Ἐκβάτανα τῆς Μηδίας. ἐπεὶ δὲ αἵ τε παρ᾽ Ἰνδῶν καί τινων ἄλλων ἐθνῶν καϑυστέρουν διὰ τὸ μακρὰν ἀφεστάναι τοὺς τόπους, μετὰ τῆς συναχϑείσης στρατιᾶς ὥρμησεν ἀπαντήσων τῷ Κύρῳ. εἶχε δὲ τοὺς ἅπαντας στρατιώτας σὺν ἱππεῦσιν οὐκ ἐλάττους τετταράκοντα μυριάδων, καϑά φησιν Ἔφορος. ὡς δ᾽ εἰς τὸ Βαβυλώνιον ἧκε πεδίον, παρὰ τὸν Εὐφράτην στρατοπεδείαν ἐβάλετο, διανοούμενος ἐν ταύτῃ καταλιπεῖν τὴν ἀποσκευήν· ἐπυνϑάνετο γὰρ τοὺς πολεμίους οὐ μακρὰν ὄντας, καὶ τὸ παράβολον αὐτῶν τῆς τόλμης ὑπώπτευεν. ὀρύξας οὖν τάφρον τὸ μὲν πλάτος ποδῶν ἑξήκοντα, τὸ δὲ μῆκος ποδῶν δέκα, περιέθηκε κύκλῳ τὰς συνακολουϑούσας ἁρμαμάξας καϑαπερεὶ τεῖχος. κατα-
Note a pie di pagina
1 1 παραγενόμενος αὐτὸς O, corr. Sintenis
2 11 δὴ PA, δὲ c
3 13 Μηδείας F αἵ τε Steph.] οἵ τε Rhod., ἔτι v, ἔτι τὰ P
4 14 καϑυστερούντων P
5 15 τοῖς τόποις Wess.
6 25 μῆκος] βάθος Palmer., μῆκος σταδίων τετρακοσίων, τὸ δὲ βάϑος malim (Xen. An. I 7, 14. Plut. Artax. 7)