Textus Originalis
216 DIODOR. XIV 21. 22.
ταῖς ναυσίν. ὡς δ᾽ ἦλθεν ἐπὶ τὰς Πύλας καλουμένας καὶ τὸν τόπον εὗρεν ἔρημον τῶν φυλαττόντων, περιχαρὴς ἦν· ἠγωνία γὰρ σφόδρα, μή τινες αὐτὰς εἶεν προκατειλημμένοι. ἔστι δὲ ἡ φύσις τοῦ τόπου στενὴ καὶ παράκρημνος, ὥστε δι’ ὀλίγων ῥᾳδίως παραφυλάττεσϑαι. ὄρη γὰρ πλησίον ἀλλήλων κεῖται, τὸ μὲν τραχὺ καὶ κρημνοὺς ἔχον ἀξιολόγους, ἐπ’ αὐτῆς δ᾽ ἄρχεται τῆς ὁδοῦ ἕτερον ὄρος μέγιστον τῶν περὶ τοὺς τόπους ἐκείνους, καὶ καλεῖται μὲν Ἄμανος, παρεκτείνει δὲ παρὰ τὴν Φοινίκην· ὁ δ᾽ ἀνὰ μέσον τόπος τῶν ὀρῶν, ὑπάρχων ὡς τριῶν σταδίων, παντελῶς τετειχισμένος καὶ πύλας ἔχων εἰς στενὸν συγκλειομένας. διελθὼν οὖν ὁ Κῦρος ταύτας ἀκινδύνως, τὸν μὲν λοιπὸν στόλον ἀπέστειλεν ἀνακάμψαι εἰς Ἔφεσον· οὐκέτι γὰρ αὐτῷ χρήσιμος ἦν μέλλοντι διὰ μεσογείου τὴν πορείαν ποιεῖσθαι· ὁδοιπορήσας δ᾽ ἡμέρας εἴκοσι παρεγενήϑη πρὸς Θάψακον πόλιν, ἣ κεῖται παρὰ τὸν ποταμὸν τὸν Εὐφράτην. ἐνταῦϑα δὲ πένϑ᾽ ἡμέρας διατρίψας, καὶ τὴν δύναμιν ἐξιδιοποιησάμενος ταῖς τε τῶν ἐπιτηδείων ἀφϑονίαις καὶ ταῖς ἐκ τῶν προνομῶν ὠφελείαις, συνήγαγεν ἐκκλησίαν, καὶ τὴν ἀλήϑειαν τῆς στρατείας ἐδήλωσεν. προσάντως δὲ δεξαμένων τὸν λόγον τῶν στρατιωτῶν, ἐδεῖτο πάντων μὴ καταλιπεῖν ἑαυτόν, ἐπαγγελ-
Note a pie di pagina
1 3 ἐπ’] ἀπ’ Reiske
2 8 ὄρος Wess., μέρος o
3 9 μέγιστον] μία δ᾽ ἐστίν o, σπιλωδέστατον Dind., ὑλωδέστατον Madvig (cf. c. 20, 2. 31, 2)
4 10 Ἄμανος Wess., Λίβανος o
5 11 ὑπάρχει Steph.
6 12 παντελῶς] πολυτελῶς Dind.
7 13 εἰς] τὸ add. P
8 19 τὸν Εὐφράτην PAL, Εὐφράτην c
9 23 τῆς στρατιὰς P, τοῖς στρατιώταις f