Textus Originalis

Ol. 94, 4 : 401 a. Chr. 219

Ol. 94, 4 : 401 a. Chr. 219

τοῖς Κλέαρχος ὁ Λακεδαιμόνιος ἦν τοῦτο πράττειν· τὸ μὲν γὰρ ἐκ διαστήματος πολλοῦ μὴ τρέχειν ἤμελλεν ἀκεραίους τοῖς σώμασι τοὺς ἀγωνιζομένους τηρήσειν εἰς τὴν μάχην, τὸ δ᾽ ἐγγὺς ὄντας δρόμῳ προσιέναι τὰς τῶν τόξων βολὰς καὶ τῶν ἄλλων βελῶν ὑπερπετεῖς ἐδόκει ποιήσειν. ἐπεὶ δ᾽ ἤγγισαν οἱ μετὰ Κύρου τῷ τοῦ βασιλέως στρατοπέδῳ, τοσοῦτ᾽ ἐπ᾽ αὐτοὺς ἐρρίφη βελῶν πλῆϑος, ὅσον εἰκός ἐστιν ἐκ δυνάμεως ἐνεχϑῆναι συνεστώσης ἐκ μυριάδων τετταράκοντα. οὐ μὴν ἀλλὰ βραχὺν χρόνον παντελῶς τοῖς παλτοῖς διαγωνισάμενοι, τὸ λοιπὸν ἐκ χειρὸς ἤδη τὴν μάχην συνίσταντο. Λακεδαιμόνιοι δὲ μετὰ τῶν ἄλλων μισϑοφόρων εὐϑὺς ἐκ τῆς πρώτης συστάσεως ἐξέπληξαν τοὺς ἀντιτεταγμένους βαρβάρους τῇ τε τῶν ὅπλων λαμπρότητι καὶ ταῖς εὐχειρίαις. ἐκεῖνοι μὲν γὰρ ἦσαν ὅπλοις τε μικροῖς ἐσκεπασμένοι καὶ τὰ πολλὰ τῶν ταγμάτων ἔχοντες ψιλικά, πρὸς δὲ τούτοις ἄπειροι τῶν κατὰ πόλεμον κινδύνων· οἱ δ᾽ Ἕλληνες διὰ τὸ μῆκος τοῦ Πελοποννησιακοῦ πολέμου κατὰ τὸ συνεχὲς ἐν μάχαις γεγενημένοι πολὺ ταῖς ἐμπειρίαις διέφερον. διόπερ εὐθὺ τρεψάμενοι τοὺς καϑ' αὑτοὺς ἐδίωκον, καὶ πολλοὺς τῶν βαρβάρων ἀνήρουν. κατὰ δὲ μέσην τὴν τάξιν ἔτυχε μὲν ἀμφοτέρους τοὺς ὑπὲρ τῆς βασιλείας ἀγωνιζομένους ταχϑῆναι· διὸ καὶ κατανοήσαντες τὸ γεγενημένον ὥρμησαν ἐπ᾽ ἀλλήλους, φιλοτιμούμενοι δι᾽ ἑαυτῶν κρῖναι τὴν μάχην· συνήγαγε γάρ, ὡς ἔοικεν, ἡ τύχη τὴν ὑπὲρ τῆς ἡγεμο-

Note a pie di pagina

1 3 ἀκαιρέως P

2 7 τοσοῦτον ἐπ’ Dind.

3 8 αὐτοῖς P

4 16 εὐχειρίαις P1, εὐχερίαις P2A, εὐχερείαις c

5 22 καϑ᾽ αὑτοὺς P