Textus Originalis
220 DIODOR. XIV 23. 24.
νίας τοῖς ἀδελφοῖς ἔριν εἰς μονομαχίαν καϑάπερ εἰς ἀπομίμημα τῆς παλαιᾶς ἐκείνης καὶ τραγῳδουμένης τῆς περὶ τὸν Ἐτεοκλέα καὶ Πολυνείκην τόλμης. Κῦρος μὲν οὖν φϑάσας ἐκ διαστήματος ἠκόντισε, καὶ τυχὼν τοῦ βασιλέως ἔσφηλεν αὐτὸν ἐπὶ τὴν γῆν· ὃν ταχέως οἱ περὶ αὐτὸν ἁρπάσαντες ἀπήνεγκαν ἐκ τῆς μάχης. καὶ τὴν μὲν τοῦ βασιλέως ἡγεμονίαν διαδεξάμενος Τισσαφέρνης ἀνὴρ Πέρσης παρεκάλει τε τὰ πλήϑη καὶ αὐτὸς λαμπρῶς ἠγωνίζετο· ἀναμαχόμενος δὲ τὸ περὶ τὸν βασιλέα γεγονὸς ἐλάττωμα καὶ μετὰ τῶν ἐπιλέκτων ἐπὶ πάντα τόπον ἐπιφαινόμενος πολλοὺς ἀνήρει τῶν ἀντιτεταγμένων, ὥστε τὴν ἐπιφάνειαν αὐτοῦ πόρρωϑεν ὑπάρχειν ἐπίσημον. ὁ δὲ Κῦρος ἐπαρϑεὶς τῷ προτερήματι τῶν περὶ αὐτὸν εἰς μέσους ἐβιάσατο τοὺς πολεμίους, καὶ τὸ μὲν πρῶτον ἀφειδῶς τῇ τόλμῃ χρώμενος πολλοὺς ἀνήρει, μετὰ δὲ ταῦτα προχειρότερον κινδυνεύων ὑπό τινος τῶν τυχόντων Περσῶν πληγεὶς ἐπικαίρως ἔπεσεν. τούτου δ᾽ ἀναιρεϑέντος οἱ τοῦ βασιλέως πρὸς τὴν μάχην ἐπερρώσϑησαν, καὶ τέλος τῷ τε πλήϑει καὶ τῇ τόλμῃ κατεπόνησαν τοὺς ἀνθεστηκότας. ἐκ δὲ ϑατέρου μέρους Ἀριαῖος ὁ Κύρου σατράπης τεταγμένος ἐπὶ τῆς ἡγεμονίας τὸ μὲν πρῶτον εὐρώστως ἐδέξατο τοὺς ἐπιόντας βαρβάρους· μετὰ δὲ ταῦτα τῆς φάλαγγος ἐπὶ πολὺ παρεκτεινούσης κυκλούμενος καὶ τὴν Κύρου τελευτὴν πυϑόμενος, ἔφυγε μετὰ τῶν ἰδίων στρατιωτῶν πρός τινα τῶν ἰδίων σταϑμῶν, ἔχοντα κατα-
Note a pie di pagina
1 3 Πολυνίκην PA
2 24 τῶν] τῷ Dind.