Textus Originalis
24 DIODOR. XIII 13. 14.
στενὸν τόπον καὶ βιασϑεὶς εἰς τὴν γῆν ἐκπεσεῖν, αὐτὸς μὲν ὑπό τινος τρωϑεὶς καιρίᾳ πληγῇ τὸν βίον μετήλλαξεν, ἑπτὰ δὲ ναῦς ἐν τούτῳ τῷ τόπῳ διεφϑάρησαν. τῆς δὲ ναυμαχίας ἤδη γινομένης ὅλοις τοῖς στόλοις, ὡς διεδόϑη λόγος τόν τε στρατηγὸν ἀνῃρῆσϑαι καί τινας ναῦς ἀπολωλέναι, τὸ μὲν πρῶτον αἱ μάλιστα συνεγγίζουσαι ταῖς διεφϑαρμέναις ναυσὶν ἐνέκλιναν, μετὰ δὲ ταῦτα τῶν Συρακοσίων ἐπικειμένων καὶ διὰ τὸ γεγονὸς εὐημέρημα ϑρασέως ἀγωνιζομένων, βιασϑέντες οἱ ᾿Αϑηναῖοι πάντες φυγεῖν ἠναγκάσϑησαν. γενομένου δὲ τοῦ διωγμοῦ πρὸς τὸ τεναγῶδες μέρος τοῦ λιμένος, οὐκ ὀλίγαι τῶν τριήρων ἐν τοῖς βράχεσιν ἐπώκειλαν. ὧν συμβαινόντων Σικανὸς ὁ τῶν Συρακοσίων στρατηγὸς ταχέως ὁλκάδα κληματίδων καὶ δάδων, ἔτι δὲ πίττης πληρώσας, ἐνέπρησε τὰς ἐν τοῖς βράχεσι ναῦς κυλινδουμένας. ὧν ἀναφϑεισῶν οἱ μὲν ᾿Αϑηναῖοι ταχέως τήν τε φλόγα κατέσβεσαν καὶ ἀπὸ τῶν νεῶν ἐρρωμένως ἠμύναντο τοὺς ἐπιφερομένους, ἄλλην οὐδεμίαν εὑρίσκοντες σωτηρίαν: τὰ δὲ πεζὰ στρατόπεδα παρεβοήϑει παρὰ τὸν αἰγιαλόν, ἐφ᾽ ὃν αἱ ναῦς ἐξεπεπτώκεισαν. ἁπάντων δὲ καρτερῶς ὑπομενόντων τὸν κίνδυνον, ἐπὶ μὲν τῆς γῆς ἐτράπησαν οἱ Συρακόσιοι, κατὰ ϑάλατταν δὲ προτερήσαντες ἀπέπλευσαν εἰς τὴν πόλιν. ἀπώλοντο δὲ τῶν μὲν Συρακοσίων ὀλίγοι, τῶν δ᾽ ᾿Αϑηναίων ἄνδρες μὲν οὐκ ἐλάττους δισχιλίων, τριήρεις δ᾽ ὀκτωκαίδεκα.
Note a pie di pagina
1 2 καιρίῳ AL
2 4 γνομένης P, γιγνομένης FJ
3 19 ἠμύναντο AI, ἠμύναν P, ἠμύνοντο c
4 27 δισχιλίων] τῶν δισχιλίων L