Textus Originalis
Ol. 91, 4 : 413 a. Chr. 23
φηναμένων ἀναγκαῖον εἶναι τὰς εἰϑισμένας τρεῖς ἡμέρας ἀναβαλέσϑαι τὸν ἔκπλουν, ἠναγκάσϑησαν καὶ οἱ περὶ τὸν Δημοσϑένην συγκαταϑέσϑαι διὰ τὴν πρὸς τὸ ϑεῖον εὐλάβειαν. 13 Οἱ δὲ Συρακόσιοι παρά τινων αὐτομόλων πυϑόμενοι τὴν αἰτίαν τοῦ ὑπερτεϑεῖσϑαι τὸν ἀπόπλουν, τάς τε τριήρεις πάσας ἐπλήρωσαν, οὔσας ἑβδομήκοντα καὶ τέσσαρας, καὶ τὰς πεζὰς δυνάμεις ἐξαγαγόντες προσέβαλον τοῖς πολεμίοις καὶ κατὰ γῆν καὶ κατὰ ϑάλατταν. οἱ δ᾽ ᾿Αϑηναῖοι τριήρεις πληρώσαντες ἓξ πρὸς ταῖς ὀγδοήκοντα, τὸ μὲν δεξιὸν κέρας παρέδωκαν Εὐρυμέδοντι τῷ στρατηγῷ, καϑ᾽ ὃ ἐτάχϑη ὁ τῶν Συρακοσίων στρατηγὸς ᾿Αγάϑαρχος: ἐπὶ δὲ ϑατέρου μέρους Εὐϑύδημος ἐτέτακτο, καϑ᾽ ὃν ἀντετάξατο Σικανὸς τῶν Συρακοσίων ἡγούμενος: τῆς δὲ μέσης τάξεως εἶχε τὴν ἡγεμονίαν παρὰ μὲν τοῖς ᾿Αϑηναίοις Μένανδρος, παρὰ δὲ τοῖς Συρακοσίοις Πύϑης ὁ Κορίνϑιος. ὑπερτεινούσης δὲ τῆς τῶν ᾿Αϑηναίων φάλαγγος διὰ τὸ πλείοσιν αὐτοὺς ἀγωνίζεσϑαι τριήρεσιν, οὐχ ἥκιστα καϑ᾽ ὃ πλεονεκτεῖν ἐδόκουν κατὰ τοῦτο ἠλαττώϑησαν. ὁ γὰρ Εὐρυμέδων ἐπιχειρήσας περιπλεῖν τὸ κέρας τῶν ἐναντίων, ὡς ἀπεσπάσϑη τῆς τάξεως, ἐπιστρεψάντων ἐπ᾽ αὐτὸν τῶν Συρακοσίων ἀπελήφϑη πρὸς τὸν κόλπον τὸν Δάσκωνα μὲν καλούμενον, ὑπὸ δὲ τῶν Συρακοσίων κατεχόμενον. κατακλεισϑεὶς δ᾽ εἰς 4
Note a pie di pagina
1 1 τρεῖς] τρὶς ἐννέα Thuc. VII 50, 4
2 2 ἀναβαλέσϑαι A, ἀναβάλεσϑαι P, ἀναβάλλεσϑαι c
3 7 οὔσας PAFK, οὔσας τὸν ἀριϑμὸν c
4 8 ἑβδομήκοντα καὶ τέσσαρας] οδ P (= c. 14, 4)
5 12 ὃ] ὃ ὁ P, οὗ M, ὃν fort.
6 21 ἐλαττωϑεῖσαν P
7 24 ἀπελείφϑη v