Textus Originalis
26 DIODOR. XIII 14. 15.
τῆς πόλεως ὑπερκείμενος τόπος ἔγεμε ϑεωμένων: γυναῖκές τε γὰρ καὶ παρϑένοι καὶ οἱ [ἐν] ταῖς ἡλικίαις τὴν ἐν τῷ πολέμῳ χρείαν παρέχεσϑαι μὴ δυνάμενοι, τοῦ παντὸς πολέμου τὴν κρίσιν λαμβάνοντος, μετὰ πολλῆς ἀγωνίας ἐπεϑεώρουν τὴν μάχην. 15 Καϑ᾽ ὃν δὴ χρόνον Νικίας ὁ τῶν ᾿Αϑηναίων στρατηγὸς ἐπιβλέψας τὰς ναῦς καὶ τὸ μέγεϑος τοῦ κινδύνου λογισάμενος, οὐκ ἐπέμεινεν ἐπὶ τῆς ἐν τῇ γῇ τάξεως, ἀλλὰ καταλιπὼν τοὺς πεζοὺς ἐπί τινὰ ναῦν ἀνέβη καὶ παρέπλει τὰς τριήρεις τῶν ᾿Αϑηναίων. ἕκαστον δὲ τῶν τριηράρχων ἐξ ὀνόματος προσφωνῶν καὶ τὰς χεῖρας ἐκτείνων ἐδεῖτο πάντων, εἰ καὶ πρότερον, [ἢ] τὸ νῦν ἀντιλαβέσϑαι τῆς μόνης καταλελειμμένης ἐλπίδος: ἐν γὰρ ταῖς τῶν ναυμαχεῖν μελλόντων ἀρεταῖς καὶ ἑαυτῶν ἁπάντων καὶ τῆς πατρίδος κεῖσϑαι τὴν σωτηρίαν. καὶ τοὺς μὲν τέκνων ὄντας πατέρας τῶν υἱῶν ὑπομιμνήσκων, τοὺς δ᾽ ἐνδόξων γεγονότας πατέρων παρακαλῶν τὰς τῶν προγόνων ἀρετὰς μὴ καταισχῦναι, τοὺς δ᾽ ὑπὸ τοῦ δήμου τετιμημένους προτρεπόμενος ἀξίους φανῆναι τῶν στεφάνων, ἅπαντας δ᾽ ἀναμνησϑέντας τῶν ἐν Σαλαμῖνι τροπαίων ἠξίου μὴ καταρρῖψαι τῆς πατρίδος τὴν περιβόητον δόξαν, μηδὲ αὑτοὺς ἀνδραπόδων τρόπον παραδοῦναι τοῖς Συρακοσίοις. ὁ μὲν οὖν Νικίας τοιούτοις χρησάμενος λόγοις πάλιν ἐπὶ τὴν ἰδίαν τάξιν ἐπανῆλϑεν: οἱ δ᾽ ἐν ταῖς
Note a pie di pagina
1 2 ἐν del. Hert.
2 4 λαμβάνοντες O, corr. Reiske
3 13 εἰ καὶ Dind. (cf. Thuc. VII 64, 2 et 70, 7), εἶναι ὁ ὃ τὸ O, ποτε Dind.
4 17 ὑπεμίμνησκε f
5 21 ἅπαντας PL, πάντας c
6 22 καταρίψαι P, κατερεῖψαι Cobet (c. 22, 5)
7 23 μηδ᾽ ἑαυτοὺς malim