Textus Originalis

Ol. 91, 4 : 413 a. Chr. 27

Ol. 91, 4 : 413 a. Chr. 27

ναυσὶ παιανίσαντες ἔπλεον, καὶ φϑάσαντες τοὺς πολεμίους διέλυον τὸ ζεῦγμα. οἱ δὲ Συρακόσιοι ταχέως ἐπαναχϑέντες συνετάττοντο ταῖς τριήρεσι, καὶ συμπλεκόμενοι τοῖς ἐναντίοις ἠνάγκασαν αὐτοὺς ἐπιστρέφειν ἀπὸ τοῦ ζεύγματος καὶ διαμάχεσϑαι. ποιουμένων δὲ τὰς ἀνακρούσεις τῶν μὲν ἐπὶ τὸν αἰγιαλόν, τῶν δ᾽ εἰς μέσον τὸν λιμένα, τινῶν δὲ πρὸς τὰ τείχη, ταχέως ἀπ᾽ ἀλλήλων διεσπάσϑησαν αἱ τριήρεις ἅπασαι, καὶ χωρισϑέντων ἀπὸ τῶν κλείϑρων πλήρης ἦν ὁ λιμὴν τῶν κατ᾽ ὀλίγους ναυμαχούντων. ἔνϑα δὴ παραβόλως ἀμφοτέρων περὶ τῆς νίκης ἀγωνιζομένων, οἱ μὲν ᾿Αϑηναῖοι τῷ τε πλήϑει τῶν νεῶν ϑαρροῦντες καὶ σωτηρίαν ἄλλην οὐχ ὁρῶντες ϑρασέως ἐκινδύνευον καὶ τὸν ἐν τῇ μάχῃ ϑάνατον εὐγενῶς ὑπέμενον: οἱ δὲ Συρακόσιοι ϑεατὰς τῶν ἀγώνων ἔχοντες γονεῖς καὶ παῖδας ἐφιλοτιμοῦντο πρὸς ἀλλήλους, ἑκάστου βουλομένου δι᾽ ἑαυτοῦ τὴν νίκην περιγενέσϑαι τῇ πατρίδι. διὸ καὶ πολλοὶ ταῖς τῶν ἐναντίων πρῴραις ἐπιβάντες, τῆς οἰκείας νεὼς ὑφ᾽ ἑτέρας τρωϑείσης, ἐν μέσοις τοῖς πολεμίοις ἀπελαμβάνοντο. ἔνιοι δὲ σιδηρᾶς χεῖρας ἐπιβάλλοντες ἠνάγκαζον τοὺς ἀντιταττομένους ἐπὶ τῶν νεῶν πεζομαχεῖν. πολλάκις δὲ τὰς ἰδίας ἔχοντες ναῦς συντετριμμένας, εἰς τὰς τῶν ἐναντίων μεϑαλλόμενοι, καὶ τοὺς μὲν ἀποκτείνοντες, τοὺς δ᾽ εἰς τὴν ϑάλατταν προωϑοῦντες, ἐκυρίευον τῶν τριήρων. ἁπλῶς δὲ καϑ᾽ ὅλον τὸν λι-

Note a pie di pagina

1 7 τὸν λιμένα PaF, τοῦ λιμένος c

2 14 καὶ τὸν] τὸν Wess.

3 15 ὑπέμενον Dind., ὑπομένοντες O

4 22 ἀντιτεταγμένους f

5 27 ἁπλῶς] ὅλως O