Textus Originalis

272 DIODOR. XIV 58. 59.

272 DIODOR. XIV 58. 59.

κατὰ τὴν χώραν φρούρια διεσπάρη· τῶν δὲ ἄλλων τινὲς μὲν ὑπὸ τῶν πολεμίων συνελαμβάνοντο, τινὲς δὲ ἀποληφϑέντες εἰς τὸ πρὸς τὸν λιμένα μέρος ἔρριψαν ἑαυτοὺς εἰς τὴν ϑάλατταν, ἐλπίζοντες διανήξασϑαι τὸν μεταξὺ πόρον. τούτων δὲ ὄντων πλειόνων ἢ διακοσίων, οἱ πλεῖστοι μὲν ὑπὸ τοῦ ῥοῦ διεφϑάρησαν, πεντήκοντα δὲ πρὸς τὴν Ἰταλίαν διεσώϑησαν. Ἰμίλκων δὲ τὴν δύναμιν ἅπασαν μεταγαγὼν εἰς τὴν πόλιν, τὸ μὲν πρῶτον ἐπεχείρησε πορϑεῖν τὰ κατὰ τὴν χώραν φρούρια, τούτων δ᾽ ὀχυρῶν ὄντων, καὶ τῶν εἰς αὐτὰ συμπεφευγότων γενναίως ἀγωνιζομένων, ἀνέστρεψεν εἰς τὴν πόλιν, ἀδυνατήσας αὐτῶν κυριεῦσαι. μετὰ δὲ ταῦτα τήν τε δύναμιν ἀνελάμβανε καὶ παρεσκευάζετο τὴν πορείαν ἐπὶ Συρακούσας ποιεῖσϑαι. Οἱ δὲ Σικελοί, πάλαι μὲν μισοῦντες τὸν Διονύσιον, τότε δὲ καιρὸν τῆς ἀποστάσεως ἔχοντες, μετεβάλοντο πρὸς Καρχηδονίους πλὴν Ἀσσωρίνων ἅπαντες. Διονύσιος δ᾽ ἐν ταῖς Συρακούσαις τοὺς δούλους ἐλευϑερώσας, ἐπλήρωσεν ἐξ αὐτῶν ναῦς ἑξήκοντα· μετεπέμψατο δὲ καὶ παρὰ Λακεδαιμονίων μισϑοφόρους πλείω τῶν χιλίων, καὶ τὰ κατὰ τὴν χώραν φρούρια περιπορευόμενος ὠχύρου καὶ σῖτον παρεκόμιζεν· ἐπιμελέστατα δὲ τὰς ἐν Λεοντίνοις ἀκροπόλεις ἐτείχισε καὶ τὸν ἐκ τῶν πεδίων σῖτον εἰς ταύτας συνήϑροισεν. ἔπεισε δὲ καὶ τοὺς τὴν

Note a pie di pagina

1 3 ἀπολειφϑέντες PEFJKL

2 4 διανήξεσθαι Dind.

3 10 χώραν (aut περὶ τὴν πόλιν) Wess. πόλιν o

4 11 καὶ om. P

5 15 ποιῆσϑαι P

6 18 αὐσορίνων P

7 22 πλείω PAL, πλείους c