Textus Originalis
Ol. 96, 1 : 396 a. Chr. 271
Μεσσηνίων ἀκούοντές τι παλαιὸν αὐτοῖς εἶναι λόγιον, ὅτι δεῖ Καρχηδονίους ὑδροφορῆσαι κατὰ τὴν πόλιν, ἐξεδέχοντο τὸ κατὰ τὴν φήμην πρὸς τὸ συμφέρον ἑαυτοῖς, νομίζοντες δουλεύσειν ἐν Μεσσήνῃ τοὺς Καρχηδονίους. διὸ καὶ ταῖς ψυχαῖς εὐϑαρσεῖς ὄντες πολλοὺς καὶ τῶν ἄλλων προϑύμους ἐποιοῦντο εἰς τοὺς ὑπὲρ τῆς ἐλευϑερίας κινδύνους. εὐθέως δὲ τῶν νεωτέρων ἐπιλέξαντες τοὺς ἀρίστους ἀπέστειλαν ἐπὶ τὴν Πελωρίδα, κωλύσοντας τοὺς πολεμίους ἐπιβαίνειν τῆς χώρας. περὶ ταῦτα δ᾽ ὄντων αὐτῶν, ὁ Ἰμίλκων ϑεωρῶν ἐκβοηϑοῦντας τοὺς Μεσσηνίους περὶ τὴν ἀπόβασιν, ἀπέστειλε τῶν νεῶν διακοσίας ἐπὶ τὴν πόλιν· ἤλπιζε γάρ, ὅπερ ἦν εἰκός, τῶν στρατιωτῶν τὴν ἀπόβασιν κωλυόντων τοὺς ἐν ταῖς ναυσὶ κυριεύσειν ῥᾳδίως τῆς Μεσσήνης οὔσης ἐρήμου τῶν ἀμυνομένων. πνεύσαντος δὲ βορέου τὰς μὲν ναῦς συνέβη ταχέως πλήρεσι τοῖς ἱστίοις εἰς τὸν λιμένα κατενεχϑῆναι, τοὺς δ᾽ ἐπὶ τῇ Πελωρίδι παραφυλάττοντας Μεσσηνίους ὑστερῆσαι τῆς τῶν νεῶν παρουσίας, καίπερ κατὰ σπουδὴν ἐπειγομένους. διόπερ οἱ Καρχηδόνιοι περιστρατοπεδεύσαντες τὴν Μεσσήνην καὶ διὰ τῶν πεπτωκότων τειχῶν εἰσβιασάμενοι τῆς πόλεως ἐκυρίευσαν. τῶν δὲ Μεσσηνίων οἱ μὲν μαχόμενοι γενναίως ἀνῃρέϑησαν, οἱ δ᾽ εἰς τὰς ἐγγυτάτω κειμένας πόλεις ἔφυγον, ὁ δὲ πολὺς ὄχλος διὰ τῶν παρακειμένων ὀρῶν ὁρμήσας εἰς τὰ
Note a pie di pagina
1 1 τι Dind., τὸν P, τὸ v
2 2 τὸ add. Reiske; κατὰ del. Wess.
3 4 δουλεύειν o, corr. Reiske
4 6 προϑύμους ἐποιοῦντο] προεϑυμοῦντο Pa, προεϑυμοποιοῦντο f (c. 58, 3)
5 11 περὶ] πρὸς Eich.
6 15 κυριεύειν PA
7 21 οἱ om. P
8 26 ὁρμήσας] ὁρμὰς P1, ὁρμεῖν P2