Textus Originalis
274 DIODOR. XIV 59. 60.
τες ἡγεμόνα. τούτοις δὲ τὸ μὲν πρότερον Διονύσιος δεδώκει τὴν τῶν Ναξίων χώραν, τότε δ᾽ ὑπ Ἰμίλκου πεισϑέντες ἐπαγγελίαις τὸν λόφον κατελάβοντο. ὀχυροῦ δ᾽ ὄντος τούτου, καὶ τότε καὶ μετὰ τὸν πόλεμον ᾤκουν αὐτὸν τεῖχος περιβαλόμενοι, καὶ τὴν πόλιν διὰ τὸ μεῖναι τοὺς ἐπὶ τὸν Ταῦρον ἀϑροισϑέντας Ταυρομένιον ὠνόμασαν. Ἰμίλκων δὲ ἀναλαβὼν τὴν πεζὴν στρατιὰν εὔτονον τὴν πορείαν ἐποιεῖτο, καὶ κατήντησε τῆς Ναξίας ἐπὶ τὸν προειρημένον τόπον, ἅμα καὶ Μάγωνος καταπλεύσαντος. προσφάτως δὲ πυρὸς ἐκραγέντος ἐκ τῆς Αἴτνης μέχρι τῆς ϑαλάττης, οὐκέτι δυνατὸν ἦν τὴν πεζὴν στρατιὰν συμπαράγειν παραπλεούσαις ταῖς ναυσίν· ἐφϑαρμένων γὰρ τῶν παρὰ τὴν ϑάλατταν τόπων ὑπὸ τοῦ χυνομένου ῥύακος, ἀναγκαῖον ἦν τὸ πεζὸν στρατόπεδον περιπορεύεσϑαι τὸν τῆς Αἴτνης λόφον. διόπερ Μάγωνι προσέταξε καταπλεῖν ἐπὶ τῆς Κατάνης, αὐτὸς δὲ διὰ τῆς μεσογείου ταχέως ὁρμήσας ἔσπευδε συμμῖξαι ταῖς ναυσὶ περὶ τὸν τῶν Καταναίων αἰγιαλόν· εὐλαβεῖτο γὰρ μήποτε διεσπαρμένης τῆς δυνάμεως οἱ Σικελιῶται τοῖς περὶ τὸν Μάγωνα διαναυμαχήσωσιν· ὅπερ καὶ συνετελέσϑη. Διονύσιος γὰρ τὸν μὲν πλοῦν εἰδὼς τῷ Μάγωνι βραχὺν ὄντα, τὴν δὲ πορείαν τοῖς πεζοῖς ἐργώδη καὶ μακράν, ἔσπευδεν ἐπὶ τῆς Κατάνης,
Note a pie di pagina
1 2 ἐδεδώκει o-PAF ὑπ’] ἐπ’ P — Ἰμίλκου PA, ἀμίλκου JK, Ἰμίλκωνος c
2 5 περιβαλλόμενοι P
3 10 παραπλεύσαντος Eich.
4 12 τὴν om. P
5 17 καταπλεῖν] πλεῖν f
6 20 κατανέων P
7 22 συνετελέσθη Reiske (XIX 2, 9), συνετέλεσεν P, συνετέλεσαν A, συνετέλεσε c; συνέπεσεν conicio ex XIII 112, 6
8 24 βραχὺν Dind., βραδύν o