Textus Originalis
Ol. 96, 1 : 396 a. Chr. 275
βουλόμενος ναυμαχῆσαι πρὸς Μάγωνα, πρὶν ἐλϑεῖν τοὺς περὶ τὸν Ἰμίλκωνα. ἤλπιζε γὰρ τῶν πεζῶν ἐκτεταγμένων παρὰ τὸν αἰγιαλὸν τοῖς μὲν ἰδίοις ϑάρσος παρέξεσϑαι, τοὺς δὲ πολεμίους δειλοτέρους ἔσεσϑαι· τὸ δὲ μέγιστον, εἴ τι συμβαίη γενέσϑαι πταῖσμα, ταῖς ϑλιβομέναις ναυσὶν ἐξῆν καταφυγεῖν πρὸς τὸ τῶν πεζῶν στρατόπεδον. ταῦτα δὲ διανοηϑεὶς Λεπτίνην μὲν ἀπέστειλε μετὰ πασῶν τῶν νεῶν, παραγγείλας ἀϑρόοις τοῖς σκάφεσι ναυμαχεῖν καὶ μὴ λύειν τὴν τάξιν, ὅπως μὴ κινδυνεύσωσιν ὑπὸ τοῦ πλήϑους τῶν ἐναντίων· εἶχον γὰρ οἱ περὶ τὸν Μάγωνα σὺν ταῖς ὁλκάσι καὶ ταῖς ἄλλαις ταῖς ἐπικώποις, οὔσαις χαλκεμβόλοις, ναῦς οὐκ ἐλάττους πεντακοσίων. οἱ δὲ Καρχηδόνιοι ὡς εἶδον τὸν αἰγιαλὸν τῶν πεζῶν πλήρη καὶ τὰς Ἑλληνικὰς ναῦς ἐπιφερομένας, παραχρῆμα μὲν οὐ μετρίως ἠγωνίασαν, καὶ πρὸς τὴν γῆν ἐπεχείρησαν καταπλεῖν· μετὰ δὲ ταῦτα λογισάμενοι, διότι κινδυνεύσουσιν ἀπολέσϑαι πρὸς τὰς ναῦς ἅμα καὶ τοὺς πεζοὺς μαχόμενοι, ταχέως μετενόησαν. κρίναντες οὖν ναυμαχεῖν, διέταττον τὰς ναῦς καὶ τὸν τῶν πολεμίων ἐπίπλουν ἐκαραδόκουν. Λεπτίνης δὲ τριάκοντα ναυσὶ ταῖς ἀρίσταις πολὺ τῶν ἄλλων προάγων, οὐκ ἀνάνδρως μέν, ἀβούλως δὲ διηγωνίσατο. εὐϑὺς γὰρ ... ταῖς πρώταις τῶν Καρχηδονίων, τὸ μὲν πρῶτον οὐχ ὀλίγας κατέδυσε τῶν ἀντιτεταγμένων τριήρων· τοῦ
Note a pie di pagina
1 6 ἐξῆν] καταφυγήν P
2 15 αἰγιαλὸν παραχρῆμα μὲν τῶν νεῶν [πεζῶν Palmerius, πολεμίων Reiske] πλήρη καὶ τὰς Ἑλληνικὰς ναῦς ἐπιφερομένας [PAL, ἐπιφαινομένας c] o, transposuit Wess.
3 24 γὰρ] προσμίξας add. Wess. (c. 55, 3), ἐπενεχϑεὶς (συμπλακεὶς) Reiske, ἐπιπλεύσας Wurm; ἐπιϑέμενος γὰρ (c. 50, 4)