Textus Originalis

286 DIODOR. XIV 67. 68.

286 DIODOR. XIV 67. 68.

τάγμασιν ὑπακούομεν, καὶ ταῦτα τῶν ὅπλων ὄντες κύριοι; ϑεῶν γάρ τις πρόνοια μετὰ τῶν συμμάχων ἐν τοῖς ὅπλοις ἡμᾶς συνήγαγε πρὸς τὸ τὴν ἐλευϑερίαν ἀνακτήσασϑαι, καὶ πάρεστι τήμερον ἄνδρας ἀγαϑοὺς γενομένους καὶ συμφρονήσαντας ἀπαλλαγῆναι τῆς βαρείας ἀνάγκης. τὸν μὲν γὰρ ἔμπροσϑεν χρόνον παρωπλισμένοι .... συμμάχων ὄντες, τῷ δὲ τῶν μισϑοφόρων πλήϑει τηρούμενοι σχεδὸν εἴκομεν τῷ τῆς ἀνάγκης καιρῷ· νῦν δὲ τῶν ὅπλων κυριεύοντες καὶ τοὺς συμμάχους ἅμα βοηϑοὺς καὶ ϑεατὰς ἔχοντες τῆς ἀρετῆς, μὴ παραχωρήσωμεν, ἀλλὰ ποιήσωμεν φανερόν, ὡς διὰ καιρόν, οὐ δι᾽ ἀνανδρίαν ὑπεμείναμεν δουλεύειν. οὐκ αἰσχυνόμεϑα τῶν πολέμων ἔχοντες ἡγεμόνα τὸν τὰ κατὰ τὴν πόλιν ἱερὰ σεσυληκότα, καὶ τηλικούτων πραγμάτων ποιοῦντες προστάτην, ᾧ βίον ἰδιωτικὸν οὐδεὶς ἂν εὖ φρονῶν διοικεῖν ἐπιτρέψειεν; καὶ τῶν ἄλλων ἐν τοῖς πολέμοις μάλιστα τηρούντων τὰ πρὸς τοὺς ϑεοὺς ὅσια διὰ τὸ μέγεϑος τῶν κινδύνων, ἡμεῖς τὸν ἐπ’ ἀσεβείᾳ διωνομασμένον ἐλπίζομεν καταλύσειν τὸν πόλεμον; καίτοι γε εἴ τις βούλεται τἀκριβὲς ζητεῖν, εὑρήσει Διονύσιον οὐχ ἧττον τοῦ πολέμου τὴν εἰρήνην εὐλαβούμενον. νῦν μὲν γὰρ διὰ τὸν ἀπὸ τῶν πολεμίων φόβον νομίζει τοὺς Συρακοσίους μηϑὲν ἐπιχειρήσειν κατ᾽ αὐτοῦ πρᾶξαι, καταπονηϑέντων δὲ τῶν Καρχηδονίων ἀντιλήψεσϑαι

Note a pie di pagina

1 4 πάρεστη P

2 7 καὶ ἔρημοι adde (ex c. 51, 2. XIII 108, 9. XV 46, 5. 51, 2)

3 8 τηρούμενοι Wess., πληρούμενοι o

4 14 τῶν πολεμίων A, τὸν πολέμιον c; corr. Dind. τὰ om. A

5 16 οὐδὲ εἷς PA; οὐδ᾽ ἂν εἷς L

6 18 πολέμοις Reiske, πολεμίοις o

7 21 τὸν add. Eich.

8 26 τῶν om. P