Textus Originalis

Ol. 96, 1 : 396 a. Chr. 285

Ol. 96, 1 : 396 a. Chr. 285

χων ἀπολώλασι, τὸ σύνολον εἰς μίαν κατακεκλεισμεϑα πόλιν, τῶν κατὰ Σικελίαν Ἑλληνίδων πασῶν ἀνῃρημένων. πρὸς γὰρ τοῖς ἄλλοις ἀδικήμασι Νάξον καὶ Κατάνην ἐξηνδραποδίσατο, πόλεις συμμαχίδας, ἐπικαίρους πόλεις, ἄρδην ἀνήρηκεν. καὶ πρὸς μὲν Καρχηδονίους δύο μάχας ἐνστησάμενος ἐν ἑκατέραις ἥττηται, παρὰ δὲ τοῖς πολίταις πιστευϑεὶς ἅπαξ στρατηγίας εὐθέως ἀφείλετο τὴν ἐλευϑερίαν, φονεύων μὲν τοὺς παρρησίαν ἄγοντας ὑπὲρ τῶν νόμων, φυγαδεύων δὲ τοὺς ταῖς οὐσίαις προέχοντας, καὶ τὰς μὲν τῶν φυγάδων γυναῖκας οἰκέταις καὶ μιγάσιν ἀνϑρώποις συνοικίζων, τῶν δὲ πολιτικῶν ὅπλων βαρβάρους καὶ ξένους ποιῶν κυρίους. καὶ ταῦτ᾽ ἔπραξεν, ὦ Ζεῦ καὶ ϑεοὶ πάντες, ὑπηρέτης ἀρχείων, ἀπεγνωσμένος ἄνϑρωπος. καὶ ποῦ τὸ φιλελεύϑερον τῶν Συρακοσίων; ποῦ δ᾽ αἱ τῶν προγόνων πράξεις; ἐῶ τὰς ἐφ᾽ Ἱμέρᾳ τριάκοντα μυριάδας ἄρδην ἀναιρεϑείσας Καρχηδονίων, παρίημι τὴν τῶν μετὰ Γέλωνα τυράννων κατάλυσιν· ἀλλ’ [εἰ] ἐχϑὲς καὶ πρῴην Ἀϑηναίων τηλικαύταις δυνάμεσιν ἐπὶ Συρακούσας στρατευσάντων, οἱ πατέρες ἡμῶν οὐδὲ τὸν ἀπαγγελοῦντα τὴν συμφορὰν ἀπέλιπον. ἡμεῖς δὲ τηλικαῦτ᾽ ἔχοντες πατέρων παραδείγματ᾽ ἀρετῆς, τοῦ Διονυσίου προσ-

Note a pie di pagina

1 1 σύνολον Dind., σὺν ὅλον o

2 3 κατὰ] κατὰ τὴν A

3 3 ἀδικήμασι Wurm, ἀτυχήμασι o

4 5 πόλεις del. Rhod.

5 10 ταῖς del. P

6 15 ἀρχίων P

7 17 δ᾽ αἱ] δὲ P ἐῶ τὰς Wess., ὦ ταῦτ᾽ PAL, ὧν ταῦτ᾽ c ἀμερεῖ P1, ἡμέρᾳ P2

8 19 μετὰ Γέλωνα Wess., καταγέλων P, κατὰ Γέλωνα c

9 20 εἰ om. A; ἣ fort.

10 23 τηλικαῦτ᾽] τηλικοῦτ᾽ o

11 24 παραδείγματ᾽] παραδείγματα P, παράδειγμα c τοῦ] τοῖς Reiske