Textus Originalis

288 DIODOR. XIV 68—70.

288 DIODOR. XIV 68—70.

λιμένας. μετὰ δὲ τὴν ναυμαχίαν, μεγάλων πνευμάτων ἐπιγενομένων καὶ τῶν Καρχηδονίων ἀναγκασϑέντων νεωλκῆσαι τὸν στόλον, καιρὸν εἶχε τοῦ νικᾶν κάλλιστον· τὸ μὲν γὰρ πεζὸν στράτευμα τῶν πολεμίων οὔπω κατηντηκὸς ἦν, τὸ δὲ μέγεϑος τοῦ χειμῶνος ἐπὶ τὸν αἰγιαλὸν αὐτοῖς τὰς ναῦς ἐξέβραττεν. τότε συνεπιϑεμένων ἡμῶν πεζῇ πάντων ἠναγκάσϑησαν ἂν ἀποβαίνοντες ἁλίσκεσϑαι ῥᾳδίως ἢ πρὸς τὰ κύματα βιαζόμενοι τὸν αἰγιαλὸν πληρῶσαι ναυαγίων. Ἀλλὰ τὸ μὲν Διονυσίου κατηγορεῖν ἐν Συρακοσίοις ἐπὶ πλεῖον οὐκ ἀναγκαῖον εἶναι νομίζω. εἰ γὰρ οἱ δι᾽ αὐτῶν τῶν ἔργων ἀνήκεστα παϑόντες οὐκ ἐγείρονται τοῖς ϑυμοῖς, ἦπου τοῖς λόγοις προαχϑήσονται πρὸς τὴν κατὰ τούτου τιμωρίαν, καὶ ταῦτ᾽ ἰδόντες αὐτὸν πολίτην μὲν γεγονότα πονηρότατον, τύραννον δὲ πικρότατον, στρατηγὸν δὲ πάντων ἀγενέστατον; ὁσάκις μὲν γὰρ σὺν τούτῳ παρεταξάμεϑα, τοσαυτάκις ἡττήϑημεν· νυνὶ δὲ καϑ' αὑτοὺς ὀλίγαις ναυσὶ τὴν πᾶσαν τῶν πολεμίων δύναμιν κατεναυμαχήσαμεν. διόπερ ἕτερον ἡγεμόνα ζητητέον, ὅπως μὴ τὸν σεσυληκότα τοὺς τῶν ϑεῶν ναοὺς στρατηγὸν ἔχοντες ἐν τῷ πολέμῳ ϑεομαχῶμεν. φανερῶς γὰρ τὸ δαιμόνιον ἀντιπράττει τοῖς τὸν ἀσεβέστατον προχειρισαμένοις ἐπὶ τὴν ἡγεμονίαν. τὸ γὰρ μετὰ μὲν τούτου πάσας τὰς δυνάμεις ἡττῆσϑαι, χωρὶς δὲ τούτου καὶ βραχὺ μέρος ἱκανὸν εἶναι καταπολεμῆσαι Καρχηδονίους, πῶς οὐ πᾶσιν

Note a pie di pagina

1 6 αὐτοὶ P

2 8 ἂν add. Reiske

3 16 μὲν γεγονότα] προσγεγονότα P

4 17 ἀγεννέστατον o-PJL