Textus Originalis

Ol. 96, 1 : 396 a. Chr. 289

Ol. 96, 1 : 396 a. Chr. 289

ὁρατὴν ἔχει τὴν τῶν ϑεῶν ἐπιφάνειαν; διόπερ, ὦ ἄνδρες, ἐὰν μὲν ἑκὼν ἀποτίϑηται τὴν ἀρχήν, ἐάσωμεν αὐτὸν ἀπαλλάττεσϑαι μετὰ τῶν ἰδίων ἐκ τῆς πόλεως· ἐὰν δὲ μὴ βούληται, καιρὸν ἔχομεν κάλλιστον τὸν παρόντα πρὸς τὸ τῆς ἐλευϑερίας ἀντιλαμβάνεσϑαι. πάντες συνεληλύϑαμεν, κύριοι τῶν ὅπλων ἐσμέν, συμμάχους ἔχομεν παρόντας οὐ μόνον τοὺς ἀπὸ τῆς Ἰταλίας Ἕλληνας, ἀλλὰ καὶ τοὺς ἀπὸ Πελοποννήσου. τὴν δὲ ἡγεμονίαν δοτέον κατὰ τοὺς νόμους πολίταις ἢ τοῖς κατὰ τὴν μητρόπολιν οἰκοῦσι Κορινϑίοις ἢ τοῖς ἀφηγουμένοις τῆς Ἑλλάδος Σπαρτιάταις. Τοιούτοις τοῦ Θεοδώρου χρησαμένου λόγοις, οἱ μὲν Συρακόσιοι μετέωροι ταῖς ψυχαῖς ἐγένοντο καὶ πρὸς τοὺς συμμάχους ἀπέβλεπον, Φαρακίδου δὲ τοῦ Λακεδαιμονίου ναυαρχοῦντος τῶν συμμάχων [καὶ] παρελϑόντος ἐπὶ τὸ βῆμα, πάντες προσεδόκων ἀρχηγὸν ἔσεσϑαι τῆς ἐλευϑερίας. ὁ δὲ τὰ πρὸς τὸν τύραννον ἔχων οἰκείως ἔφησεν αὐτὸν ὑπὸ Λακεδαιμονίων ἀπεστάλϑαι Συρακοσίοις καὶ Διονυσίῳ συμμαχεῖν πρὸς Καρχηδονίους, ἀλλ᾽ οὐ Διονυσίου τὴν ἀρχὴν καταλύειν. παρὰ δὲ τὴν προσδοκίαν γενομένης τῆς ἀποφάσεως, οἱ μὲν μισϑοφόροι συνέδραμον πρὸς τὸν Διονύσιον, οἱ δὲ Συρακόσιοι καταπλαγέντες τὴν ἡσυχίαν εἶχον, πολλὰ τοῖς Σπαρτιάταις καταρώμενοι· καὶ γὰρ τὸ πρότερον Ἀρέτης ὁ Λακεδαιμόνιος ἀντιλαμβανομένων αὐτῶν

Note a pie di pagina

1 1 ὦ ἄνδρες om. f

2 15 Φαρκίδου P

3 17 καὶ del. Hert.

4 19 αὑτὸν o-PAK

5 27 Ἀρέτης] Ἄριστος c. 10, 2 ἀντιλαμβανόμενος o, corr. Reiske