Textus Originalis

304 DIODOR. XIV 79—81.

304 DIODOR. XIV 79—81.

σίτου τὴν πόλιν. παρεγενήϑησαν δὲ τῷ Κόνωνι τριήρεις ἐνενήκοντα, δέκα μὲν ἀπὸ Κιλικίας, ὀγδοήκοντα δ᾽ ἀπὸ Φοινίκης, ὧν ὁ Σιδωνίων δυνάστης εἶχε τὴν ἡγεμονίαν. Μετὰ δὲ ταῦτα Ἀγησίλαος μὲν ἐξαγαγὼν τὴν δύναμιν εἰς τὸ Καύστρου πεδίον καὶ τὴν περὶ Σίπυλον χώραν, ἐδήωσε τὰς τῶν ἐγχωρίων κτήσεις· Τισσαφέρνης δὲ μυρίους μὲν ἱππεῖς, πεντακισμυρίους δὲ πεζοὺς ἀϑροίσας, ἐπηκολούϑει τοῖς Λακεδαιμονίοις καὶ τοὺς ἀποσπωμένους τῆς τάξεως ἐν ταῖς προνομαῖς ἀνήρει. Ἀγησίλαος δὲ εἰς πλινϑίον συντάξας τοὺς στρατιώτας ἀντείχετο τῆς παρὰ τὸν Σίπυλον παρωρείας, ἐπιτηρῶν καιρὸν εὔϑετον εἰς τὴν τῶν πολεμίων ἐπίϑεσιν. ἐπελϑὼν δὲ τὴν χώραν μέχρι Σάρδεων ἔφϑειρε τούς τε κήπους καὶ τὸν παράδεισον τὸν Τισσαφέρνους, φυτοῖς καὶ τοῖς ἄλλοις πολυτελῶς πεφιλοτεχνημένον εἰς τρυφὴν καὶ τὴν ἐν εἰρήνῃ τῶν ἀγαϑῶν ἀπόλαυσιν. μετὰ δὲ ταῦτ᾽ ἐπιστρέψας, ὡς ἀνὰ μέσον ἐγενήϑη τῶν τε Σάρδεων καὶ Θυβάρνων, ἀπέστειλε Ξενοκλέα τὸν Σπαρτιάτην μετὰ χιλίων καὶ τετρακοσίων στρατιωτῶν νυκτὸς εἴς τινα δασὺν τόπον, ὅπως ἐνεδρεύσῃ τοὺς βαρβάρους. αὐτὸς δ᾽ ἅμ᾽ ἡμέρᾳ πορευόμενος μετὰ τῆς δυνάμεως, ἐπειδὴ τὴν μὲν ἐνέδραν παρήλλαξεν, οἱ δὲ βάρβαροι προσπίπτοντες ἀτάκτως τοῖς ἐπὶ τῆς οὐραγίας ἐξήπτοντο, παραδόξως ἐξαίφνης

Note a pie di pagina

1 6 Καύστρου] κά στρου P, Ἑρμοῦ Volquardsen

2 7 σιπύλων P

3 12 παρὰ] κατὰ aut περὶ Reiske

4 13 παρωρίας o

5 20 ϑυφάρνων P

6 23 τοῖς βαρβάροις v

7 26 ἐξαίφνης del. Reiske; δ᾽ add. o