Textus Originalis

Ol. 96, 1 : 396 a. Chr. 303

Ol. 96, 1 : 396 a. Chr. 303

δύναμιν ἐμπλήσας ὠφελείας ὑπὸ τὸ φϑινόπωρον ἀνέκαμψεν εἰς Ἔφεσον. τούτων δὲ πραττομένων Λακεδαιμόνιοι μὲν πρέσβεις ἀπέστειλαν πρὸς Νεφερέα τὸν Αἰγύπτου βασιλέα περὶ συμμαχίας, ὃς ἀντὶ τῆς βοηϑείας ἐδωρήσατο σκευὴν τοῖς Σπαρτιάταις ἑκατὸν τριήρεσι, σίτου δὲ μυριάδας πεντήκοντα. Φάραξ δὲ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἀναχϑεὶς ἐκ Ῥόδου ναυσὶν ἑκατὸν εἴκοσι κατέπλευσε τῆς Καρίας πρὸς Σάσανδα, φρούριον ἀπέχον τῆς Καύνου σταδίους ἑκατὸν πεντήκοντα. ἐκεῖϑεν δὲ ὁρμώμενος ἐπολιόρκει τὴν Καῦνον, καὶ Κόνωνα μὲν τὸν τοῦ βασιλικοῦ στόλου τὴν ἡγεμονίαν ἔχοντα, διατρίβοντα δ᾽ ἐν Καύνῳ μετὰ νεῶν τεσσαράκοντα, Ἀρταφέρνους δὲ καὶ Φαρναβάζου μετὰ πολλῆς δυνάμεως παραβοηϑήσαντος τοῖς Καυνίοις, ὁ Φάραξ ἔλυσε τὴν πολιορκίαν καὶ μετὰ τοῦ στόλου παντὸς ἀπῆρεν εἰς Ῥόδον. μετὰ δὲ ταῦτα Κόνων μὲν ἀϑροίσας ὀγδοήκοντα τριήρεις ἔπλευσεν εἰς Χερρόνησον, Ῥόδιοι δ’ ἐκβαλόντες τὸν τῶν Πελοποννησίων στόλον ἀπέστησαν ἀπὸ Λακεδαιμονίων, καὶ τὸν Κόνωνα προσεδέξαντο μετὰ τοῦ στόλου παντὸς εἰς τὴν πόλιν. οἱ δ᾽ ἐκ τῆς Αἰγύπτου τὸν δωρηϑέντα σῖτον κατακομίζοντες Λακεδαιμόνιοι τὴν ἀπόστασιν τῶν Ῥοδίων ἀγνοοῦντες τεϑαρρηκότες προσέπλεον τῇ νήσῳ· Ῥόδιοι δὲ καὶ Κόνων ὁ τῶν Περσῶν ναύαρχος καταγαγόντες τὰς ναῦς εἰς τοὺς λιμένας ἐπλήρωσαν

Note a pie di pagina

1 3 Νεφρέα o-PAL

2 5 σκεύη Cobet

3 10 πεντήκοντα om. FJ, καὶ ἑπτά K2, εἴκοσι L

4 12 τὸν τοῦ μὲν Reiske

5 14 Ἀρταφέρνου o, corr. Dind.

6 15 φάραγξ P

7 17 ἀπῆρεν Dind., ἀπῆγγεν P, ἀπῆγεν v

8 18 Χερρόνησον] τὴν νῆσον Wurm

9 24 τεϑαρρηκότως Wess.