Textus Originalis
306 DIODOR. XIV 80—82.
στολὰς ὅπως [ἂν] πάντες τούτῳ ποιῶσι τὸ προσταττόμενον. ὁ δὲ Τιϑραύστης παραγενόμενος εἰς Κολοσσὰς τῆς Φρυγίας συνέλαβε τὸν Τισσαφέρνην διά τινος Ἀριαίου σατράπου λουόμενον, καὶ τὴν κεφαλὴν ἀποκόψας ἀπέστειλε πρὸς τὸν βασιλέα· αὐτὸς δὲ τὸν Ἀγησίλαον πείσας εἰς λόγους ἐλϑεῖν ἑξαμηνιαίους ἀνοχὰς ἐποιήσατο. Τῶν δὲ κατὰ τὴν Ἀσίαν τοῦτον τὸν τρόπον διῳκημένων, Φωκεῖς πρὸς Βοιωτοὺς ἔκ τινῶν ἐγκλημάτων εἰς πόλεμον καταστάντες ἔπεισαν τοὺς Λακεδαιμονίους συμμαχεῖν κατὰ τῶν Βοιωτῶν. καὶ τὸ μὲν πρῶτον αὐτοῖς ἀπέστειλαν Λύσανδρον μετὰ στρατιωτῶν ὀλίγων, ὃς εἰσελϑὼν εἰς τὴν Φωκίδα συνήγαγε δύναμιν· μετὰ δὲ ταῦτα καὶ Παυσανίας ὁ βασιλεὺς ἐξεπέμφϑη μετὰ στρατιωτῶν ἑξακισχιλίων. Βοιωτοὶ δὲ πείσαντες Ἀϑηναίους συνεπιλαβέσϑαι τοῦ πολέμου, τότε μὲν καϑ' αὑτοὺς ὥρμησαν, καὶ κατέλαβον Ἁλίαρτον ὑπὸ Λυσάνδρου καὶ Φωκέων πολιορκουμένην. γενομένης δὲ μάχης ὅ τε Λύσανδρος ἔπεσε καὶ τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων πολλοί, τῶν δὲ Βοιωτῶν ἡ μὲν ὅλη φάλαγξ ταχέως ἐπέστρεψεν ἀπὸ τοῦ διωγμοῦ, τῶν δὲ Θηβαίων ὡς διακόσιοι προχειρότερον εἰς τόπους τραχεῖς ἑαυτοὺς δόντες ἀνῃρέϑησαν. ὁ μὲν οὖν πόλεμος οὗτος ἐκλήϑη Βοιωτικός, Παυσανίας δὲ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς πυϑόμενος τὴν ἧτταν ἀνοχὰς ἐποιή-
Note a pie di pagina
1 1 ἂν del. (vel ἅπαντες) Dind. τοῦτο ποιῶσι PA, ποιῶσι τούτῳ c (c. 65, 2)
2 3 τὸν om. v
3 4 Ἀριαίου Palmerius ex Polyaen. VII 16, Λαρισσαίου o
4 18 ἁλίαρτον P
5 21 ὅλη] ἄλλη fort.