Textus Originalis

Ol. 96, 2 : 395 a. Chr. 307

Ol. 96, 2 : 395 a. Chr. 307

σατο πρὸς Βοιωτοὺς καὶ τὴν δύναμιν ἀπήγαγε πρὸς Πελοπόννησον. Κόνων δ᾽ ὁ τῶν Περσῶν ναύαρχος ἐπὶ μὲν τοῦ στόλου κατέστησεν Ἱερώνυμον καὶ Νικόδημον Ἀϑηναίους ὄντας, αὐτὸς δὲ σπεύδων ἐντυχεῖν τῷ βασιλεῖ παρέπλευσεν εἰς Κιλικίαν, κἀκεῖϑεν εἰς Θάψακον τῆς Συρίας πορευϑεὶς ἀνὰ τὸν Εὐφράτην ποταμὸν ἔπλευσεν εἰς Βαβυλῶνα. ἐκεῖ δ᾽ ἐντυχὼν τῷ βασιλεῖ καταναυμαχήσειν ἐπηγγείλατο τοὺς Λακεδαιμονίους, ἂν αὐτῷ χρήματα καὶ τὴν ἄλλην παρασκευὴν ἑτοιμάσῃ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν. ὁ δ᾽ Ἀρταξέρξης ἐπαινέσας αὐτὸν καὶ δωρεαῖς μεγάλαις τιμήσας, συνέστησε ταμίαν τὸν χορηγήσοντα χρημάτων πλῆϑος ὅσον ἂν προστάττῃ Κόνων, καὶ τὴν ἐξουσίαν ἔδωκεν αὐτῷ λαβεῖν εἰς τὸν πόλεμον συνηγησόμενον ὃν ἂν προαιρῆται Περσῶν. Κόνων μὲν οὖν Φαρνάβαζον ἑλόμενος τὸν σατράπην κατέβαινεν εἰς τὴν ϑάλατταν, ἅπαντα διῳκηκὼς κατὰ τὴν ἑαυτοῦ διάνοιαν. Τοῦ δ᾽ ἔτους τούτου διεληλυϑότος Ἀϑήνησι μὲν τὴν ἀρχὴν ἔλαβε Διόφαντος, ἐν Ῥώμῃ δ᾽ ἀντὶ τῶν ὑπάτων ἕξ χιλίαρχοι τὴν ὑπατικὴν ἀρχὴν διῴκουν, Λεύκιος Οὐαλέριος, Μάρκος Φούριος, Κόιντος Σερουίλιος, Κόιντος Σουλπίκιος. τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Βοιωτοὶ καὶ Ἀϑηναῖοι, πρὸς δὲ τούτοις Κορίνϑιοι καὶ Ἀργεῖοι, συμμαχίαν πρὸς

Note a pie di pagina

1 3 δ᾽ ὁ] δὲ P, δὲ ὁ v

2 7 ἀνὰ] κατὰ Hert.

3 12 διάνοιαν Reiske, δύναμιν o; γνώμην Wurm

4 21 παρέλαβε Dind.

5 23 φρούριος o-FJ

6 24 Κόιντος om. A σολπίκιος P; Κλαύδιος Οὔγων καὶ Μάριος Ἄππιος add. o-PA