Textus Originalis

DIODOR. XV.

DIODOR. XV.

Τάδε ἔνεστιν ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Διοδώρου βύβλων. Ὡς Πέρσαι Εὐαγόραν ἐν τῇ Κύπρῳ διεπολέμησαν. Ὡς Λακεδαιμόνιοι παρὰ τὰς κοινὰς ὁμολογίας Μαντινεῖς μετῴκισαν ἐκ τῆς πατρίδος. Περὶ τῶν Διονυσίου τοῦ τυράννου ποιημάτων. Περὶ τῆς Τιριβάξου συλλήψεως καὶ τῆς ἀπολύσεως αὐτοῦ. Περὶ τοῦ Γλῶ ϑανάτου καὶ τῆς Ὀρόντου καταγνώσεως. Ὡς Ἀμύντας καὶ Λακεδαιμόνιοι πρὸς Ὀλυνϑίους ἐπολέμησαν. Ὡς Λακεδαιμόνιοι τὴν Καδμείαν κατελάβοντο. Ὡς τὰς Ἑλληνίδας πόλεις παρὰ τὰς συνϑήκας κατεδουλώσαντο. Κτίσις Φάρου νήσου κατὰ τὸν Ἀδρίαν. Διονυσίου στρατεία εἰς τὴν Τυρρηνίαν καὶ σύλησις τοῦ ἱεροῦ. Στρατεία Διονυσίου ἐπὶ Καρχηδονίους, καὶ νίκη καὶ ἧττα. Ὡς Θηβαῖοι τὴν Καδμείαν ἀνεκτήσαντο. Ὡς Καρχηδόνιοι λοιμικῇ νόσῳ περιπεσόντες ἐκινδύνευσαν. Περὶ τοῦ Βοιωτικοῦ πολέμου καὶ τῶν πραχϑέντων ἐν αὐτῷ. Τριβαλλῶν στρατεία ἐπὶ Ἄβδηρα. Στρατεία Περσῶν ἐπ᾽ Αἴγυπτον.

Note a pie di pagina

1 5 Τειρεβάζου A, Τηριβάζου c

2 6 Γλῶ Wess. Γαῶ P, Γαὼ v καὶ τῆς Ὀρόντου καταγνώσεως post αὐτοῦ (v. 5) posuit Dind.

3 7 Ὀλυνϑίους Wess., Ἀϑηναίους o

4 9 et 17 καδμίαν P

5 17 ἀνεκτήσαντο o, corr. Wess.

6 v. 7—11 post v. 12—16, v. 17 post v. 18 posuit Dind.