Textus Originalis

356 DIODOR. XIV 117.

356 DIODOR. XIV 117.

τὴν τῆς πόλεως ἅλωσιν. τοσαῦτα δὲ διαπραξάμενος διὰ τὸν φϑόνον τῶν δημάρχων ἐκωλύϑη ϑρίαμβον καταγαγεῖν. ἔνιοι δέ φασιν αὐτὸν ἀπὸ Τούσκων ϑρίαμβον ἀγαγεῖν ἐπὶ λευκοῦ τεϑρίππου, καὶ διὰ τοῦτο δυσὶν ὕστερον ἔτεσιν ὑπὸ τοῦ δήμου πολλοῖς χρήμασι καταδικασϑῆναι· περὶ οὗ κατὰ τοὺς οἰκείους χρόνους ἐπιμνησϑησόμεϑα. οἱ δ᾽ εἰς τὴν Ἰαπυγίαν τῶν Κελτῶν ἐληλυϑότες ἀνέστρεψαν διὰ τῆς τῶν Ῥωμαίων χώρας· καὶ μετ᾽ ὀλίγον ὑπὸ Καιρίων ἐπιβουλευϑέντες νυχτὸς ἅπαντες κατεκόπησαν ἐν τῷ Τραυσίῳ πεδίῳ. Καλλισϑένης δ᾽ ὁ ἱστοριογράφος [τὴν τῶν Ἑλλήνων σύνταξιν] ἀπὸ τῆς κατὰ τοῦτον τὸν ἐνιαυτὸν γενομένης εἰρήνης τοῖς Ἕλλησι πρὸς Ἀρταξέρξην τὸν τῶν Περσῶν βασιλέα τὴν ἱστορίαν ἤρκται γράφειν· διελϑὼν δὲ τριακονταετῆ χρόνον ἔγραψε μὲν βύβλους δέκα, τὴν δὲ τελευταίαν κατέπαυσε τῆς συντάξεως εἰς τὴν ὑπὸ τοῦ Φιλομήλου τοῦ Φωκέως κατάληψιν τοῦ ἐν Δελφοῖς ἱεροῦ. ἡμεῖς δ᾽ ἐπεὶ πάρεσμεν ἐπὶ τὴν γενομένην τοῖς Ἕλλησιν εἰρήνην πρὸς Ἀρταξέρξην καὶ τὸν τῆς Ῥώμης ὑπὸ Γαλατῶν κίνδυνον, κατὰ τὴν ἐν ἀρχῇ πρόϑεσιν τοῦτο τέλος ποιησόμεϑα τῆσδε τῆς βίβλου. Διοδώρου σικελιώτου ἱστορικῆς βιβλιοϑήκης ΙΔ' subscr. P

Note a pie di pagina

1 3 καταγαγεῖν P, ἀγαγεῖν c ἔνιοι δέ φασιν αὐτὸν ἀπὸ τούσκλων ϑρίαμβον ἀγαγεῖν in marg. P

2 10 Καιρίων Ortelius, Καιριτῶν Ed. Meyer

3 11 Τραυσίῳ] Γαυράσιον c. 109, 1 confert Reiske

4 12 τὴν .. σύνταξιν del. Dind., cf. c. 84, 1 XV 60, 5. 89, 3. 95, 4 Ἑλληνικῶν Steph.

5 18 Φιλομήλου Scaliger, μήλου o

6 22 τοῦτο Hert., τοῦτο τὸ o