Textus Originalis

ΒΙΒΛΟΣ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΗ.

ΒΙΒΛΟΣ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΗ.

Παρ᾽ ὅλην τὴν πραγματείαν εἰωϑότες χρῆσϑαι τῇ συνήϑει τῆς ἱστορίας παρρησίᾳ, καὶ τοῖς μὲν ἀγαϑοῖς ἀνδράσιν ἐπὶ τῶν καλῶν ἔργων τὸν δίκαιον ἐπιλέγειν ἔπαινον, τοὺς δὲ φαύλους, ὅταν ἐξαμαρτάνωσιν, ἀξιοῦν δικαίας ἐπιτιμήσεως, διὰ τοῦ τοιούτου τρόπου νομίζομεν τοὺς μὲν εὖ πεφυκότας πρὸς ἀρετὴν τῷ διὰ τῆς δόξης ἀϑανατισμῷ προτρέψεσϑαι ταῖς καλλίσταις ἐγχειρεῖν πράξεσι, τοὺς δὲ τὴν ἐναντίαν ἔχοντας διάϑεσιν ταῖς ἁρμοττούσαις βλασφημίαις ἀποτρέψειν τῆς ἐπὶ τὴν κακίαν ὁρμῆς. διὸ καὶ τῇ γραφῇ παρόντες ἐπὶ ἐκείνους τοὺς χρόνους, ἐν οἷς Λακεδαιμόνιοι περὶ Λεῦκτρα παραδόξως ἡττηϑέντες μεγάλῃ περιέπεσον συμφορᾷ, καὶ πάλιν περὶ Μαντίνειαν πταίσαντες ἀνελπίστως ἀπέβαλον τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ἡγούμεϑα δεῖν τὴν ὑπόστασιν τῆς γραφῆς διαφυλάττειν καὶ τὴν ἁρμόττουσαν ἐπιτίμησιν τοῖς Λακεδαιμονίοις ποιήσασϑαι. τίς γὰρ ἂν οὐχ ἡγήσαιτο κατηγορίας αὐτοὺς ἀξίους ὑπάρχειν, οἵτινες παρὰ τῶν προγόνων παραλαβόντες ἡγεμονίαν κάλλιστα τεϑεμελιω-

Note a pie di pagina

1 1 χρήσασθαι o-AK

2 8 προτρέψασθαι PFJL

3 19 ἀξίους αὐτοὺς AFL; αὐτοὺς fort. del.