Textus Originalis

360 DIODOR. XV 1. 2.

360 DIODOR. XV 1. 2.

μένην, καὶ ταύτην διὰ τὴν ἀρετὴν τῶν προγόνων διαφυλαχϑεῖσαν ἔτη πλείω τῶν πεντακοσίων, οἱ τότε Λακεδαιμόνιοι διὰ τὴν ἑαυτῶν ἀβουλίαν καταλυϑεῖσαν ἐπεῖδον; οὐκ ἀλόγως. οἱ μὲν γὰρ πρὸ αὐτῶν βεβιωκότες πολλοῖς πόνοις καὶ μεγάλοις κινδύνοις τὴν τηλικαύτην κατεκτήσαντο δόξαν, ἐπιεικῶς καὶ φιλανϑρώπως προσφερόμενοι τοῖς ὑποτεταγμένοις· οἱ δὲ μεταγενέστεροι βιαίως καὶ χαλεπῶς χρώμενοι τοῖς συμμάχοις, ἔτι δὲ πολέμους ἀδίκους καὶ ὑπερηφάνους ἐνιστάμενοι πρὸς τοὺς Ἕλληνας, οὐκ ἀλόγως ἀπέβαλον τὴν ἀρχὴν διὰ τὰς ἰδίας ἀβουλίας. ἐν γὰρ ταῖς συμφοραῖς αὐτῶν τὸ μῖσος τῶν ἀδικουμένων ἔλαβε καιρὸν ἀμύνασϑαι τοὺς προηδικηκότας, καὶ τοῖς ἐκ προγόνων ἀνικήτοις γεγονόσι τοσαύτη καταφρόνησις ἐπηκολούϑησεν, ὅσην εἰκός ἐστι γενέσϑαι κατὰ τῶν ἀναιρούντων τὰς τῶν προγόνων ἀρετάς. τοιγαροῦν Θηβαῖοι μὲν οἱ πρότερον ἐπὶ πολλὰς γενεὰς τοῖς κρείττοσιν ὑποτεταγμένοι, τότε τούτους ἀνελπίστως νικήσαντες, ἡγεμόνες κατέστησαν τῶν Ἑλλήνων, Λακεδαιμόνιοι δὲ μετὰ τὴν ἀφαίρεσιν τῆς ἡγεμονίας οὐδέποτ᾽ ἐδυνήϑησαν ἀναλαβεῖν τὸ τῶν προγόνων ἀξίωμα. Ἡμεῖς δὲ τούτοις ἀρκούντως ἐπιτετιμηκότες ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας μεταβησόμεϑα πρὸς .... τῇ

Note a pie di pagina

1 1 τῆς ἀρετῆς Reiske

2 2 οἱ τότε Λακεδαιμόνιοι] scholium esse putat Wess., verba pluscula deesse Steph.; ipse etiam οὐκ ἀλόγως (v. 4 — 11) delere malim

3 3 συμβουλίαν P

4 5 πόνοις (vel φόβοις) Reiske, φόνοις o

5 19 τούτους (vel τότ᾽ αὐτοὺς)] τοὺς P et Peirescian., τοὺς Λακεδαιμονίους c νικήσαντας P et Peir.

6 20 ἡγεμόνας Peir.

7 24 τὸ συνεχὲς Wess. (c. 89, 3. XI 1, 1. XVIII 19, 1), τοὺς συνεχεῖς o πρὸς del. Rhod., προδιορίσαντες τοὺς οἰκείους