Textus Originalis
Ol. 100, 4 : 377 a. Chr. 405
Θήβας. Φοιβίδας δὲ ὁ Λακεδαιμόνιος, ἔχων ἀξιόλογον φρουρὰν ἐν ταῖς Θεσπιαῖς, ἐκχυϑεὶς ἐκ τῆς πόλεως καὶ προπετῶς τοῖς ἀποχωροῦσι Θηβαίοις ἐπιϑέμενος, τῶν μὲν στρατιωτῶν ἀπέβαλε πλείους τῶν πεντακοσίων, αὐτὸς δὲ λαμπρῶς ἀγωνισάμενος καὶ πολλοῖς ἐναντίοις τραύμασι περιπεσὼν ἡρωικῶς κατέστρεψε τὸν βίον. οὐ πολλῷ δ᾽ ὕστερον χρόνῳ πάλιν τῶν Λακεδαιμονίων τῇ αὐτῇ δυνάμει στρατευσάντων ἐπὶ τὰς Θήβας, οἱ μὲν Θηβαῖοι δυσχωρίας τινὰς ἑτέρας καταλαμβανόμενοι διεκώλυον μὲν τοὺς πολεμίους λεηλατεῖν τὴν χώραν, κατὰ στόμα δὲ πρὸς ἅπασαν τὴν δύναμιν ἐν τοῖς πεδίοις οὐκ ἐτόλμων παρατάξασϑαι. τοῦ δ᾽ Ἀγησιλάου προσμαχομένου συγκατέβησαν ἐκ τοῦ κατ᾽ ὀλίγον πρὸς τὸν ἀγῶνα. γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς, τὸ μὲν πρῶτον οἱ περὶ τὸν Ἀγησίλαον προετέρουν, μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς πόλεως Θηβαίων ἐκχυϑέντων πανδημεί, ϑεωρῶν τὸ πλῆϑος τῶν ἐπιρρεόντων ὁ Ἀγησίλαος ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας ἀπὸ τῆς μάχης. οἱ δὲ Θηβαῖοι, δόξαντες τότε πρώτως μὴ καταδεεστέρους ἑαυτοὺς εἶναι Λακεδαιμονίων, τρόπαιόν τε ἔστησαν καὶ τὸ λοιπὸν κατεϑάρρησαν τῆς τῶν Σπαρτιατῶν δυνάμεως. Τὰ μὲν οὖν περὶ τὰς πεζὰς δυνάμεις τοιοῦτον ἔσχε τὸ τέλος· τῶν δὲ ναυτικῶν κατὰ τοὺς αὐτοὺς
Note a pie di pagina
1 1 ἔχων ἀξιόλογον — Θεσπιαῖς AFJL, ἔχων om. P, ἀξιόλογον — Θεσπιαῖς om. c
2 2 ϑεσπίαις P, ϑεσπειαῖς F
3 8 πάλιν τῶν Dind. πάντων o
4 14 προσμαχομένου J. G. Schneider, προμαχουμένου o, προκαλουμένου Wurm —
5 25 πεζικὰς o
6 26 τὸ fL, om. c