Textus Originalis

404 DIODOR. XV 33. 34.

404 DIODOR. XV 33. 34.

διὰ τῶν ἀποτελεσμάτων ἔδοξεν οὐκ ἀνϑρωπίνην ἀπόφασιν, ἀλλὰ ϑεῖόν τινα χρησμὸν εἰρηκέναι. οἱ γὰρ Λακεδαιμόνιοι μετὰ πολλῆς δυνάμεως στρατεύσαντες ἐπὶ Θηβαίους, καὶ συναναγκάσαντες αὐτοὺς ὑπὲρ τῆς ἐλευϑερίας ἀγωνίσασϑαι, μεγάλῃ συμφορᾷ περιέπεσον. τὸ μὲν γὰρ πρῶτον ἐν Λεύκτροις ἡττηϑέντες πολλοὺς ἀπώλεσαν τῶν πολιτῶν, ἐν οἷς καὶ ὁ βασιλεὺς αὐτῶν Κλεόμβροτος ἔπεσε· μετὰ δὲ ταῦτα περὶ Μαντίνειαν πολεμήσαντες τοῖς ὅλοις ἐσφάλησαν καὶ τὴν ἡγεμονίαν ἀνελπίστως ἀπέβαλον. ἀγαϑὴ γὰρ ἡ τύχη τοὺς μέγα φρονοῦντας παραδόξως σφῆλαι καὶ διδάξαι μηδὲν ἄγαν κατελπίζειν. ὁ γοῦν Ἀγησίλαος ἐχεφρόνως ἀρκεσϑεὶς τῷ πρώτῳ προτερήματι τὴν δύναμιν ἀσινῆ διεφύλαξεν. Μετὰ δὲ ταῦτα ὁ μὲν Ἀγησίλαος μετὰ τῆς δυνάμεως ἐπανῆλϑεν εἰς τὴν Πελοπόννησον, οἱ δὲ Θηβαῖοι διὰ τὴν Χαβρίου στρατηγίαν σωϑέντες ἐϑαύμασαν τἀνδρὸς τὴν ἐν τῷ στρατηγήματι ἀγχίνοιαν. ὁ δὲ Χαβρίας, πολλῶν καὶ καλῶν αὐτῷ πεπραγμένων κατὰ πόλεμον, ἐπὶ τούτῳ μάλιστα ἐσεμνύνετο τῷ στρατηγήματι, καὶ τὰς εἰκόνας τὰς ὑπὸ τοῦ δήμου δοϑείσας αὐτῷ καϑίστανεν ἐχούσας τοῦτο τὸ σχῆμα. οἱ δὲ Θηβαῖοι μετὰ τὴν ἀπαλλαγὴν τὴν Ἀγησιλάου στρατεύσαντες ἐπὶ Θεσπιὰς τὴν μὲν προφυλακήν, οὖσαν ἀνδρῶν διακοσίων, ἀνεῖλον, τῇ δὲ πόλει προσβολὰς συνεχεῖς ποιούμενοι, καὶ μηδὲν ἀξιόλογον πράξαντες, ἀπῆγον τὴν δύναμιν εἰς τὰς

Note a pie di pagina

1 2 ϑεῖον] ϑεῶν o

2 9 πολεμήσαντες] πλεύσαντες PA

3 13 γοῦν] δ᾽ οὖν Dind.

4 26 ϑεσπίας P, ϑεσπειὰς F