Textus Originalis
Ol. 100, 4 : 377 a. Chr. 407
φϑειρεν, ἃς δὲ φυγεῖν ἠνάγκασεν. ἃ δὴ κατιδὼν ὁ Χαβρίας, καὶ μέρος τῶν περὶ αὐτὸν νεῶν ἐκπέμψας, ἐβοήϑησε τοῖς πιεζομένοις καὶ τὴν ἧτταν τῶν ἰδίων διωρϑώσατο, αὐτὸς δ᾽ ἔχων τὸ κράτιστον τοῦ στόλου, καὶ γενναίως ἀγωνισάμενος πολλὰς μὲν τριήρεις διέφϑειρεν, οὐκ ὀλίγας δ᾽ αἰχμαλώτους ἔλαβεν. γενόμενος δ᾽ ἐπὶ τοῦ προτερήματος, καὶ πάσας τὰς τῶν πολεμίων ναῦς φυγεῖν ἀναγκάσας, ἀπέσχετο παντελῶς τοῦ διωγμοῦ· ἀναμνησϑεὶς γὰρ τῆς ἐν Ἀργινούσαις ναυμαχίας, ἐν ᾗ τοὺς νικήσαντας στρατηγοὺς ὁ δῆμος ἀντὶ μεγάλης εὐεργεσίας ϑανάτῳ περιέβαλεν, αἰτιασάμενος ὅτι τοὺς τετελευτηκότας κατὰ τὴν ναυμαχίαν οὐκ ἔϑαψαν, εὐλαβήϑη μήποτε τῆς περιστάσεως ὁμοίας γενομένης κινδυνεύσῃ παϑεῖν παραπλήσια. διόπερ ἀποστὰς τοῦ διώκειν ἀνελέγετο τῶν πολιτῶν τοὺς διανηχομένους, καὶ τοὺς μὲν ἔτι ζῶντας διέσωσε, τοὺς δὲ τετελευτηκότας ἔϑαψεν. εἰ δὲ μὴ περὶ ταύτην ἐγένετο τὴν ἐπιμέλειαν, ῥᾳδίως ἂν ἅπαντα τὸν τῶν πολεμίων στόλον διέφϑειρε. κατὰ δὲ τὴν ναυμαχίαν τῶν μὲν Ἀϑηναίων διεφϑάρησαν τριήρεις ὀκτωκαίδεκα, τῶν δὲ Λακεδαιμονίων διεφϑάρησαν μὲν εἴκοσι καὶ τέτταρες, αὔτανδροι δ᾽ ἐλήφϑησαν ὀκτώ. Χαβρίας μὲν οὖν ἐπιφανεῖ ναυμαχίᾳ νικήσας κατέπλευσε μετὰ πολλῶν λαφύρων εἰς τὸν Πειραιέα, καὶ μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τοῖς πολίταις. μετὰ γὰρ τὸν Πελοπον-
Note a pie di pagina
1 3 πιεζουμένοις P
2 6 ὀλίγους P
3 9 γὰρ add. Reiske aut διὸ ante εὐλαβήϑη (v. 13); εὐλαβήϑη οὖν vel γὰρ Steph.
4 23 χαυρίας P
5 24 ἐπιφανεῖ] ἐπιφανῇ o ναυμαχίᾳ P, ναυμαχίαν o