Textus Originalis

408 DIODOR. XV 35. 36.

408 DIODOR. XV 35. 36.

νησιακὸν πόλεμον Ἀϑηναῖοι ταύτην πρώτην ναυμαχίαν ἐνίκησαν· τὴν γὰρ περὶ Κνίδον οὐκ ἰδίᾳ διηγωνίσαντο, τῷ δὲ βασιλικῷ στόλῳ χρησάμενοι προετέρησαν. Ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἰταλίαν ἐν τῇ Ῥώμῃ Μάρκος Μάνλιος ἐπιβαλόμενος τυραννίδι καὶ κρατηϑεὶς ἀνῃρέϑη. Ἐπ᾽ ἄρχοντος δ᾽ Ἀϑήνησι Χαρισάνδρου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Σερούιον Σουλπίκιον, Λεύκιον Παπίριον, Τίτον Κοΐνκτιον, Ἠλεῖοι δ᾽ ἤγαγον ὀλυμπιάδα πρώτην πρὸς ταῖς ἑκατόν, καϑ' ἣν ἐνίκα στάδιον Δάμων Θούριος. ἐπὶ δὲ τούτων ἐν τῇ Θρᾴκῃ Τριβαλλοὶ σιτοδείᾳ πιεζόμενοι πανδημεὶ στρατείαν ἐποιήσαντο πρὸς τὴν ὑπερόριον χώραν, καὶ τὰς τροφὰς ἐκ τῆς ἀλλοτρίας γῆς ἐπορίζοντο. ὄντες δὲ πλείους τῶν τρισμυρίων ἐπῆλϑον τήν τε ὅμορον Θρᾴκην καὶ τὴν τῶν Ἀβδηριτῶν χώραν ἐπόρϑησαν ἀδεῶς· πολλῆς δὲ ὠφελείας κυριεύσαντες καταπεφρονηκότως καὶ ἀτάκτως τὴν ἐπάνοδον ἐποιοῦντο. οἱ δ᾽ Ἀβδηρῖται πανδημεὶ στρατεύσαντες ἐπ᾽ αὐτοὺς [καὶ] σποράδην καὶ ἀτάκτως τὴν ἐπάνοδον ποιουμένους πλείους τῶν δισχιλίων ἀνεῖλον. οἱ δὲ βάρβαροι παροξυνϑέντες ἐπὶ τοῖς συμβεβηκόσι,

Note a pie di pagina

1 2 οὐκ] οὐ P

2 6 Μανίλιος o, corr. Wess. ἐπιβαλλόμενος P

3 8 Ἀϑήνησι AFJL, Ἀϑήνησι μὲν c Χαριάνδρου o, corr. Dind.

4 10 Σερούιον] Κορνήλιον add. A Παπύριον v

5 11 τίτον κοίνκτιον P, Τίτον A, Κορνήλιον Τίτον καὶ Μάρκον Κοίντιον c; cf. Liv. VI 22

6 14 τρίβαλλοι σιτοδία πιεζούμενοι P

7 18 ἀδηριτῶν P

8 21 οἱ δ᾽ — ποιουμένους om. P

9 22 καὶ del. Reiske