Textus Originalis
Ol. 101, 4 : 373 a. Chr. 427
μενοι πρὸς τὸ ϑεῖον πιϑανάς τινας αἰτίας ἀποδιδοῦσι τοῦ συμβάντος, ὡς διὰ ϑεῶν μῆνιν γεγενημένης τῆς συμφορᾶς τοῖς εἰς τὸ ϑεῖον ἀσεβήσασι· περὶ ὧν καὶ ἡμεῖς ἀκριβῶς ἀναγράψαι πειρασόμεϑα τῇ κατὰ μέρος ἱστορίᾳ. κατὰ τὴν Ἰωνίαν ἐννέα πόλεις εἰώϑεισαν κοινὴν ποιεῖσϑαι σύνοδον τὴν τῶν Πανιωνίων, καὶ ϑυσίας συνϑύειν ἀρχαίας καὶ μεγάλας Ποσειδῶνι περὶ τὴν ὀνομαζομένην Μυκάλην ἐν ἐρήμῳ τόπῳ. ὕστερον δὲ πολέμων γενομένων περὶ τούτους τοὺς τόπους οὐ δυνάμενοι ποιεῖν τὰ Πανιώνια, μετέϑεσαν τὴν πανήγυριν εἰς ἀσφαλῆ τόπον, ὃς ἦν πλησίον τῆς Ἐφέσου. πέμψαντες δὲ ϑεωροὺς Πυϑώδε, χρησμοὺς ἔλαβον ἀφιδρύματα λαβεῖν ἀπὸ τῶν ἀρχαίων καὶ προγονικῶν αὐτοῖς βωμῶν ἐξ Ἑλίκης τῆς ἐν τῇ τότε μὲν Ἰωνίᾳ, νῦν δὲ Ἀχαΐᾳ καλουμένῃ. οἱ μὲν οὖν Ἴωνες κατὰ τὸν χρησμὸν ἔπεμψαν εἰς Ἀχαΐαν τοὺς ληψομένους τὰ ἀφιδρύματα· οὗτοι δὲ πρὸς τὸ κοινὸν τῶν Ἀχαιῶν διαλεχϑέντες ἔπεισαν διδόναι τὰ ἀξιούμενα. οἱ δὲ τὴν Ἑλίκην οἰκοῦντες, ἔχοντες παλαιὸν λόγιον ὅτι τότε κινδυνεύσουσιν ὅταν Ἴωνες ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος ϑύσωσιν, ἀναλογιζόμενοι τὸν χρησμὸν ἀντέλεγον τοῖς Ἴωσι περὶ τῶν ἀφιδρυμάτων, λέγοντες μὴ κοινὸν τῶν Ἀχαιῶν, ἀλλ᾽ ἴδιον αὑτῶν εἶναι τὸ τέμενος· συνέπραττον δὲ τούτοις καὶ οἱ τὴν Βοῦραν οἰκοῦντες. τῶν δὲ Ἀχαιῶν κοινῷ δόγματι
Note a pie di pagina
1 1 ἀποδίδωσι A, ἀπὸ δωσι P
2 3 τοῖς om. P ἀσεβήμασιν P
3 4 ἀκριβῶς om. P
4 5 τῇ] ἐν τῇ A ἐννέα] δώδεκα Wess. ex Herod. I 146, Strab. XIV 1, 20
5 15 ἐν τῇ .. Ἰωνίας .. Ἀχαΐας καλουμένης o, corr. Madvig
6 20 ἐλικὴν P
7 24 αὐτῶν o