Textus Originalis
426 DIODOR. XV 48. 49.
καὶ κατακλυσμοὶ χώρας καὶ πόλεων ἄπιστοι· οὐδέποτε γὰρ ἐν τοῖς ἐπάνω χρόνοις ἐγένοντο πάϑη τοιαῦτα περὶ πόλεις Ἑλληνίδας, οὔτε τῶν πόλεων αὐτάνδρων ἀφανισμός, ϑείας τινὸς ἐνεργείας τὴν ἀπώλειαν καὶ φϑορὰν τῶν ἀνϑρώπων μηχανησαμένης. ἐπέτεινε δὲ τὸ μέγεϑος τῆς συμφορᾶς ὁ καιρός· οὐ γὰρ ἡμέρας συνέβη γενέσϑαι τὸν σεισμόν, ἐν ᾗ δυνατὸν ἦν τοὺς κινδυνεύοντας βοηϑεῖν ἑαυτοῖς, ἀλλὰ νυκτὸς τοῦ πάϑους συμβάντος αἱ μὲν οἰκίαι διὰ τὸ μέγεϑος τοῦ σεισμοῦ καταρριπτούμεναι συνεχέοντο, οἱ δὲ ἄνϑρωποι διά τε τὸ σκότος καὶ τὸ τῆς περιστάσεως ἀπροσδόκητον καὶ παράδοξον ἀδυνάτως εἶχον ἀντιλαμβάνεσϑαι τῆς σωτηρίας. οἱ μὲν οὖν πλείους ἐναποληφϑέντες τοῖς πτώμασι τῶν οἰκιῶν ἠφανίσϑησαν· ἐπιλαβούσης δ᾽ ἡμέρας τινὲς ἐξεπήδων ἐκ τῶν οἰκιῶν, καὶ δόξαντες ἐκπεφευγέναι τὸν κίνδυνον μείζονι καὶ παραδοξοτέρᾳ συμφορᾷ περιέπεσον· τῆς γὰρ ϑαλάσσης μετεωρισϑείσης ἐπὶ πολὺ καὶ κύματος ὑψηλοῦ ἐξαιρομένου κατεκλύσϑησαν ἅπαντες σὺν ταῖς πατρίσιν ἀφανισϑέντες. ἐγένετο δὲ τοῦτο τὸ πάϑος τῆς Ἀχαΐας περὶ δύο πόλεις, Ἑλίκην τε καὶ Βοῦραν, ὧν τὴν Ἑλίκην [τε] συνέβαινε μέγιστον τῶν κατὰ τὴν Ἀχαΐαν πόλεων ἔχειν ἀξίωμα πρὸ τοῦ σεισμοῦ. περὶ δὲ τῶν συμπτωμάτων μεγάλης οὔσης ζητήσεως, οἱ μὲν φυσικοὶ πειρῶνται τὰς αἰτίας τῶν τοιούτων παϑῶν οὐκ εἰς τὸ ϑεῖον ἀναφέρειν, ἀλλ᾽ εἰς φυσικάς τινας καὶ κατηναγκασμένας περιστάσεις, οἱ δ᾽ εὐσεβῶς διακεί-
Note a pie di pagina
1 6 οὐδὲ Dind.
2 12 τὸ] διὰ τὸ Dind.
3 14 ἐναπολειφϑέντες P
4 19 ἐξαιρουμ. P
5 22 ἑλικήν P —
6 23 τε del. Dind.