Textus Originalis
Ol. 102, 1 : 373 a. Chr. 429
περιέπεσε τῇ συμφορᾷ. καὶ περὶ μὲν τῶν γενομένων σεισμῶν καὶ κατακλυσμῶν ἀρκεσϑησόμεϑα τοῖς ῥηϑεῖσιν. Ἐπ᾽ ἄρχοντος δ᾽ Ἀϑήνησιν Ἀλκισϑένους Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν ὀκτώ, Λεύκιον Οὐαλέριον καὶ Πόπλιον, ἔτι δὲ Γάιον Τερέντιον καὶ Λεύκιον Μενήνιον, πρὸς δὲ τούτοις Γάιον Σουλπίκιον καὶ Τίτον Παπίριον καὶ Λεύκιον Αἰμίλιον. παρὰ δὲ Ἠλείοις ὀλυμπιὰς ἤχϑη δευτέρα πρὸς ταῖς ἑκατόν, καϑ' ἣν ἐνίκα στάδιον Δάμων Θούριος. ἐπὶ δὲ τούτων, Λακεδαιμονίων ἔτη σχεδὸν πεντακόσια τῆς Ἑλλάδος ἐχόντων τὴν ἡγεμονίαν, τὸ ϑεῖον προεσήμαινεν αὐτοῖς τῆς ἀρχῆς τὴν ἀποβολήν· ὤφϑη μὲν γὰρ κατὰ τὸν οὐρανὸν ἐπὶ πολλὰς νύκτας λαμπὰς μεγάλη καομένη, ἀπὸ τοῦ σχήματος ὀνομασϑεῖσα πυρίνη δοκίς· μικρὸν δ᾽ ὕστερον ἡττηϑέντες οἱ Σπαρτιᾶται παραδόξως μεγάλῃ μάχῃ τὴν ἡγεμονίαν ἀπέβαλον ἀνελπίστως. ἔνιοι δὲ τῶν φυσικῶν τὴν γένεσιν τῆς λαμπάδος εἰς φυσικὰς αἰτίας ἀνέφερον, ἀποφαινόμενοι τὰ τοιαῦτα φαντάσματα κατηναγκασμένως γίνεσϑαι χρόνοις ὡρισμένοις. καὶ περὶ τῶν τοιούτων τούς τε ἐν Βαβυλῶνι Χαλδαίους καὶ τοὺς ἄλλους ἀστρολόγους ποιουμένους προρρήσεις ἐναργεῖς ἐπιτυγχάνειν· τοὺς δὲ μὴ ϑαυμάζειν ὅταν γένηταί τι τοιοῦτον, ἀλλ᾽ ἐὰν μὴ γένηται, κατὰ τὰς ἰδίας
Note a pie di pagina
1 4 δ᾽] γὰρ P
2 6 Πόπλιον PA, Πόπλιον Ἄγκον c (Liv. VI 27)
3 7 Τερέντιον et Λεύκιον et Γάιον et καὶ Τίτον — Λεύκιον om. A
4 8 Σουλπίκιον o Παπύριον v
5 9 Αἰμίλιον PA, Αἰμίλιον καὶ Φλάβιον Μάρκον c
6 10 ἑκατόν] ἐνενήκοντα P
7 24 τοὺς δὲ] ὥστε Madvig