Textus Originalis

430 DIODOR. XV 50. 51.

430 DIODOR. XV 50. 51.

ἑκάστων περιόδους αἰωνίοις κινήσεσι καὶ φοραῖς ὡρισμέναις [τῶν] συντελουμένων. τὴν δ᾽ οὖν λαμπάδα τοσαύτην ἐσχηκέναι λαμπρότητα καὶ δύναμιν τοῦ φωτός, ὥστ᾽ ἐπὶ τῆς γῆς σκιὰς ποιεῖν παραπλησίας τῇ σελήνῃ. κατὰ δὲ τούτους τοὺς χρόνους Ἀρταξέρξης ὁ βασιλεὺς ὁρῶν πάλιν ταραττομένην τὴν Ἑλλάδα πρέσβεις ἀπέστειλε, παρακαλῶν συλλύσασϑαι τοὺς ἐμφυλίους πολέμους καὶ συνϑέσϑαι κοινὴν εἰρήνην κατὰ τὰς ὁμολογίας, ἃς πρότερον ἦσαν πεποιημένοι. τῶν Ἑλλήνων δὲ πάντων ἀσμένως προσδεξαμένων τοὺς λόγους, συνέϑεντο κοινὴν εἰρήνην αἱ πόλεις πᾶσαι πλὴν Θηβαίων· Θηβαῖοι γὰρ μόνοι, τὴν Βοιωτίαν ὑπὸ μίαν ἄγοντες συντέλειαν, οὐ προσεδέχϑησαν ὑπὸ τῶν Ἑλλήνων διὰ τὸ πᾶσιν ἀρέσκειν κατὰ πόλιν γίνεσϑαι τοὺς ὅρκους καὶ τὰς σπονδάς. διόπερ ἔκσπονδοι γενηϑέντες ὥσπερ καὶ πρότερον, συνεῖχον τὴν Βοιωτίαν ἐν τῇ καϑ᾽ αὑτοὺς μιᾷ συντελείᾳ. ἐπὶ δὲ τούτοις οἱ Λακεδαιμόνιοι παροξυνϑέντες ἔγνωσαν μεγάλῃ δυνάμει στρατεύειν ἐπ᾽ αὐτούς, ὡς κοινοὺς πολεμίους· σφόδρα γὰρ ὑφεωρῶντο τὴν αὔξησιν αὐτῶν, μήποτε τῆς ὅλης Βοιωτίας ἡγούμενοι τὴν ἡγεμονίαν τῆς Σπάρτης καταλύσωσιν. ἐπιλαβόμενοι καιροῦ, ἔν τε γὰρ τοῖς γυμνασίοις συνεχῶς διατρίβοντες εὔρωστοι τοῖς σώμασιν ὑπῆρχον, καὶ φύσει φιλοπόλεμοι καϑεστῶτες οὐδενὸς ἔϑνους Ἑλληνικοῦ ταῖς ἀνδρείαις ἐλείποντο. εἶχον δὲ καὶ ἡγεμόνας

Note a pie di pagina

1 1 ἑκάστων] ἀστέρων Rhod.; περιόδους, ἑκάστων fort.

2 2 τῶν delevi, ἁπάντων Rhod. τούτων Wurm συντελουμένας Reiske

3 3 φασὶ add. Madvig

4 10 τῶν δὲ Ἑλλήνων v