Textus Originalis
Ol. 102, 2 : 371 a. Chr. 437
ἐνέγκασαι, τῇ πατρίδι τῇ πεμψάσῃ τοὺς ὑβριστὰς καταρασάμεναι τὸν βίον αὐτοχειρίᾳ κατέστρεψαν. πολλῶν δὲ καὶ ἄλλων τοιούτων λεγομένων, καὶ τοῦ Ἐπαμεινώνδου συναγαγόντος ἐκκλησίαν καὶ τοὺς στρατιώτας τοῖς οἰκείοις λόγοις προτρεψαμένου πρὸς τὸν ἀγῶνα, πάντες μετέϑεντο τὰς γνώμας, καὶ τῆς μὲν δεισιδαιμονίας ἀπελύϑησαν, πρὸς δὲ τὴν μάχην εὐϑαρσεῖς ταῖς ψυχαῖς κατέστησαν. ἦλϑε δὲ καὶ συμμαχία κατὰ τοῦτον τὸν καιρὸν τοῖς Θηβαίοις παρὰ Θετταλῶν, πεζοὶ μὲν χίλιοι καὶ πεντακόσιοι, ἱππεῖς δὲ πεντακόσιοι, ὧν ἡγεῖτο Ἰάσων. οὗτος δ᾽ ἔπεισε τούς τε Βοιωτοὺς καὶ τοὺς Λακεδαιμονίους ἀνοχὰς ποιήσασϑαι καὶ τὰ παράλογα τῆς τύχης εὐλαβηϑῆναι. γενομένων δὲ τῶν σπονδῶν Κλεόμβροτος ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐκ τῆς Βοιωτίας, καὶ ἀπήντησεν αὐτῷ ἄλλη δύναμις μεγάλη Λακεδαιμονίων καὶ τῶν συμμάχων, ἡγουμένου Ἀρχιδάμου τοῦ Ἀγησιλάου. οἱ γὰρ Σπαρτιᾶται ϑεωροῦντες τὴν ἑτοιμότητα τῶν Βοιωτῶν, καὶ τὸ ϑράσος καὶ τὴν ἀπόνοιαν εὐλαβούμενοι, τὴν δευτέραν ἀπεστάλκεισαν δύναμιν, ἵνα τῷ πλήϑει τῶν ἀγωνιζομένων περιγένωνται τῆς τῶν πολεμίων τόλμης. συνελϑουσῶν δ᾽ εἰς ταὐτὸ τῶν δυνάμεων αἰσχρὸν εἶναι ὑπέλαβον οἱ Λακεδαιμόνιοι δεδιέναι τὰς τῶν Βοιωτῶν ἀρετάς. διόπερ τὰς σπονδὰς παρ᾽ οὐδὲν ἡγησάμενοι μετὰ πολλῆς προϑυμίας ἀνέκαμψαν εἰς Λεῦκτρα. ἑτοίμων δ᾽ ὄντων καὶ τῶν Βοιωτῶν πρὸς τὴν μάχην, ἐξέταττον ἀμφότεροι τὰς δυνάμεις.
Note a pie di pagina
1 11 δ᾽] δὲ Rhod., om. A, v c.
2 27 δ᾽ om. P