Textus Originalis

436 DIODOR. XV 53. 54.

436 DIODOR. XV 53. 54.

καὶ στρατηγίας μεταϑεῖναι τὰς τοῦ πλήϑους εὐλαβείας. διόπερ τινῶν προσφάτως παραγεγονότων ἐκ Θηβῶν ἔπεισεν εἰπεῖν, ὅτι τὰ κατὰ τὸν νεὼν τοῦ Ἡρακλέους ὅπλα παραδόξως ἀφανῆ γέγονε καὶ λόγος ἐν ταῖς Θήβαις διαδέδοται ὡς τῶν ἡρώων τῶν ἀρχαίων ἀνειληφότων αὐτὰ καὶ βοηϑεῖν τοῖς Βοιωτοῖς ἀπεληλυϑότων. ἄλλον δὲ κατέστησεν ὡς ἀπὸ Τροφωνίου προσφάτως ἀναβεβηκότα καὶ λέγοντα, διότι προστέταχεν ὁ ϑεὸς αὐτοῖς, ὅταν ἐν Λεύκτροις νικήσωσιν, ἀγῶνα τιϑέναι Διὶ βασιλεῖ στεφανίτην· ἀφ᾽ οὗ δὴ Βοιωτοὶ ταύτην ποιοῦσι τὴν πανήγυριν ἐν Λεβαδείᾳ. Συνήργησε δὲ πρὸς ταύτην τὴν ἐπίνοιαν Λεανδρίας ὁ Σπαρτιάτης, πεφευγὼς μὲν ἐκ Λακεδαίμονος, τότε δὲ συστρατεύων Θηβαίοις. οὗτος γὰρ ἐν ἐκκλησίᾳ προαχϑεὶς ἀπεφήνατο παλαιὸν εἶναι λόγιον τοῖς Σπαρτιάταις, ὅτι τότε τὴν ἡγεμονίαν ἀποβαλοῦσιν, ὅταν ἐν Λεύκτροις ὑπὸ Θηβαίων ἡττηϑῶσιν. προσῆλϑον δὲ τῷ Ἐπαμεινώνδᾳ καὶ χρησμολόγοι τινὲς ἐγχώριοι, λέγοντες ὅτι περὶ τὸν τάφον τῶν Λεύκτρου καὶ Σκεδάσου ϑυγατέρων μεγάλῃ συμφορᾷ δεῖ περιπεσεῖν Λακεδαιμονίους διὰ τοιαύτας αἰτίας. Λεῦκτρος ἦν, ἀφ᾽ οὗ τὸ πεδίον τοῦτο ἔσχε τὴν προσηγορίαν. τούτου ϑυγατέρας καὶ Σκεδάσου τινὸς ὁμοίως κόρας πρέσβεις Λακεδαιμονίων ἐβιάσαντο· αἱ δὲ ὑβρισϑεῖσαι τὴν συμφορὰν οὐκ

Note a pie di pagina

1 3 τὰ om. PA νεὼ P

2 4 ἡρακλέως PA ὅπλοις P

3 10 στεφανείτην P

4 12 λιβαδία P

5 13 Λεανδρίδας Dind., Κλεανδρίδας C. Müller

6 15 ἀπεφήνατο Wess. ἀπέφηνε τὸ o

7 17 ἀποβάλωσιν PAL

8 18 ὑπὸ Θηβαίων om. J

9 21 τῶν om. P