Textus Originalis

Ol. 102, 2 : 371 a. Chr. 439

Ol. 102, 2 : 371 a. Chr. 439

τραυματίζοντο, πάσας τὰς πληγὰς ἐναντίας λαμβάνοντες. ἕως μὲν οὖν ὁ βασιλεὺς τῶν Λακεδαιμονίων Κλεόμβροτος ἔζη, πολλοὺς ἔχων τοὺς συνασπίζοντας καὶ προϑύμως πρὸ αὐτοῦ ἀποϑνήσκοντας, ἄδηλος ἦν ἡ ῥοπὴ τῆς νίκης· ἐπεὶ δ᾽ οὗτος πάντα κίνδυνον ὑπομένων οὐκ ἠδύνατο βιάσασϑαι τοὺς ἀνϑεστηκότας, ἡρωικῶς δὲ μαχόμενος καὶ πολλοῖς τραύμασι περιπεσὼν ἐτελεύτησε, τότε συνδρομῆς γενομένης περὶ τοῦ πτώματος νεκρῶν πλῆϑος ἐσωρεύϑη. ἀναρχίας δὲ γενομένης περὶ τὸ κέρας, οἱ μὲν περὶ τὸν Ἐπαμεινώνδαν βαρεῖς ἐγκείμενοι τοῖς Λακεδαιμονίοις τὸ μὲν πρῶτον τῇ βίᾳ βραχὺ προέωσαν ἐκ τῆς τάξεως τοὺς πολεμίους, οἱ δὲ Λακεδαιμόνιοι περὶ τοῦ βασιλέως ἀγωνισάμενοι λαμπρῶς τοῦ μὲν σώματος ἐγκρατεῖς ἐγένοντο, τῆς δὲ νίκης οὐκ ἴσχυσαν ἐφικέσϑαι. καὶ τῶν γὰρ ἐπιλέκτων ὑπερβαλλομένων ταῖς ἀνδραγαϑίαις, καὶ τῆς ἀρετῆς καὶ παρακλήσεως Ἐπαμεινώνδου πολλὰ συμβαλλομένης, μόγις ἐβιάσϑησαν οἱ Λακεδαιμόνιοι· τὸ μὲν πρῶτον ἀναχωροῦντες τὴν τάξιν διεφύλαττον, τὸ δὲ τελευταῖον πολλῶν ἀναιρουμένων, τοῦ δὲ παραγγέλλοντος ἡγεμόνος τετελευτηκότος, ἐγένετο παντελὴς τροπὴ τοῦ στρατοπέδου. οἱ δὲ περὶ τὸν Ἐπαμεινώνδαν ἐπικείμενοι τοῖς φεύγουσι καὶ πολλοὺς τῶν ἐναντίων κατακόψαντες ἀπηνέγκαντο νίκην ἐπιφανεστάτην. συμβαλόντες γὰρ τοῖς ἀρί-

Note a pie di pagina

1 4 ἀποϑνήσκοντας] ϑνήσκοντας Külker

2 16 καὶ om. v

3 20 τὸ μὲν PAFK, καὶ τὸ μὲν c; τὸ μὲν οὖν fort. διεφύλαττον] διέλυον O; οὐ διέλυον Rhod. et Madvig

4 22 παρακαλοῦντος Wurm