Textus Originalis
440 DIODOR. XV 56—58.
στοις τῶν Ἑλλήνων, καὶ τοῖς ὀλίγοις τῶν πολλαπλασίων παραδόξως περιγενόμενοι, μεγάλην δόξαν ἐπ᾽ ἀνδρείᾳ κατεκτήσαντο. μεγίστων δ᾽ ἐπαίνων ὁ στρατηγὸς Ἐπαμεινώνδας ἠξιώϑη, διὰ τῆς ἰδίας ἀνδρείας μάλιστα καὶ στρατηγικῆς συνέσεως τοὺς ἀνικήτους ἡγεμόνας τῆς Ἑλλάδος κατηγωνισμένος. ἔπεσον δ᾽ ἐν τῇ μάχῃ τῶν Λακεδαιμονίων οὐκ ἐλάττους τῶν τετρακισχιλίων, τῶν δὲ Βοιωτῶν περὶ τριακοσίους. μετὰ δὲ ταῦτα περί τε τῆς τῶν νεκρῶν ἀναιρέσεως καὶ τῆς εἰς Πελοπόννησον ἀπαλλαγῆς τῶν Λακεδαιμονίων σπονδὰς ἐποιήσαντο. καὶ τὰ μὲν περὶ τὴν ἐν Λεύκτροις μάχην συμβάντα τοιοῦτον ἔσχε τέλος. Τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυϑότος Ἀϑήνησι μὲν ἦρχε Δυσνίκητος, ἐν Ῥώμῃ δὲ ἀντὶ τῶν ὑπάτων χιλιάρχοι κατεστάϑησαν τέτταρες, Κόιντος Σερουίλιος καὶ Λεύκιος Φούριος, ἔτι δὲ Γάιος [Λεύκιος] Λικίνιος καὶ Πόπλιος Κοίλιος. ἐπὶ δὲ τούτων Θηβαῖοι μεγάλῃ δυνάμει στρατεύσαντες ἐπ᾽ Ὀρχομενὸν ἐπεβάλοντο μὲν ἐξανδραποδίσασϑαι τὴν πόλιν, Ἐπαμεινώνδου δὲ συμβουλεύσαντος ὅτι τὰ διὰ τῆς ἀνδρείας κατεργασϑέντα τῇ φιλανϑρωπίᾳ δεῖ διαφυλάττειν τοὺς τῆς τῶν Ἑλλήνων ἡγεμονίας ὀρεγομένους, μετέγνωσαν. διόπερ τοὺς μὲν Ὀρχομενίους εἰς τὴν τῶν συμμάχων χώραν κατέταξαν,
Note a pie di pagina
1 13 κατεστήσαντο o, corr. Reiske
2 14 ἐνιαυσιαίου o-PAJL Ἀϑήνησι μὲν FK, Ἀϑήνησιν c
3 15 Δυσκίνητος H (et Paus. IV 27, 9)
4 17 Φρούριος P; καὶ Λ. Φούριος om. A Γάιος om. A; Γάιος Λεύκιος P
5 18 Κοίλιος] Κύλιος P, Κίλιος f; Cloelius Liv. VI 31
6 21 δὲ om. PA
7 23 δεῖ add. Scaliger, χρὴ Rhod.; ὅτι del. Wess. —
8 25 χώραν] χώραν PAHK2